no image
DDbDP-text
Lease. Boat (= contract of service?) via HGV-meta
Linked by Trismegistos ID
TM 19731.
Each record below describes this same artifact or text from a different angle.
[ctr]
χμγ ἀμήν
Θεοῦ χάρις
Θέος ἡγοῦ
ὁ θεὸς μεθʼ ἡμῶν
ἐν πάντι καιρῷ ἀμήν
Ἰσοῦς Χριστὸς Θεοῦ Υἱὸς Σωτήρ
Ἰησοῦς Χριστὸς Θέος θεοῦ υἱὸς Σωτήρ
γίνεται νομίσματα ε κεράτια ιβ ζυγῷ.
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου
Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους πέμπτου
Φαμενὼθ ὀκτωκαιδεκάτῃ τρίτης ἰνδικτίονος ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ.
† Φλαυΐῳ Θεοδώρῳ υἱῷ τοῦ λαμπροτάτου καὶ περιβλέπτου κυρίου
Μηνᾶ σκρινιαρίου τῆς κατὰ Θηβαΐδα λαμπρᾶς δουκικῆς τάξεως
τῷ λαμπροτάτῳ ἐξκέπτορι τῆς αὐτῆς τάξεως ὁρμωμένῳ
ἀπὸ τῆς Ἀνταιοπολιτῶν ἐφʼ ἧς καὶ γεουχοῦντι παρʼ ἐμοῦ παρόντος
Αὐρηλίου Πεκυσίου υἱοῦ Κολλούθου τοῦ εὐλαβεστάτου πρεσβυτέρου
ἐκ μητρὸς Παρθενόπης ναύτου ὁρμωμένου ἀπὸ κώμης
[…]ε…ε[…]ος τοῦ Ἀνταιοπολίτου νομοῦ, εὑρεθέντος δὲ ἐνταῦθα ἐπὶ
ταύτης τῆς καλλιπόλεως Ἀντινοέων, παρέχοντος δὲ ὑπογραφέα
ὑπὲρ αὐτοῦ καὶ μάρτυρας τοὺς ἑξῆς ὑπογράφοντας τῇ παρούσῃ
μισθωτικῇ ὁμολογίᾳ ἐπὶ τοῖς ἑξῆς δηλουμένοις συμφώνοις τε
καὶ ὁμολογήμασιν ἐφʼ αἷς περιέχει διαστολαῖς ἁπάσαις χαίρειν.
ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Πεκύσις ναύτης διὰ ταύτης μου
ἐγγράφου ἀσφαλείας τῆς μισθωτικῆς ὁμολογίας ἑκουσίως καὶ
αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς ὑμῶν λαμπρότητος ἐπὶ
τετραετῆ χρόνον λογιζόμενον ἀπὸ τῆς σὺν Θεῷ εἰσϊούσης
νεομηνίας τοῦ ἑξῆς ἐσομένου μήνος Φαροῦθι τῆς παρούσης
τρίτης ἐπινεμήσεως καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου κατʼ ἔτος μέχρι
περαιώσεως τοῦ αὐτοῦ τετραετοῦς χρόνου τὸ ὑπάρχον ὑμῖν
καὶ διαφέρον πλοῖον σκαφίδιον ἀγωγῆς ἀρταβῶν τριακοσίων
πλέω ἢ ἔλαττον σὺν ἱστῷ καὶ κέρατι καὶ ἀρμένῳ καὶ σχοινίοις
διαφόροις καὶ ἀγκύρᾳ ἤτοι μονοβόλῳ ἑνὶ ἔνσκηνον ἀπὸ
ψιαθίων χαλαδρίων φικοπήδαλον σεσανιδωμένον ἀπὸ
πρύμνης εἰς πρῷραν σὺν τῇ λοιπῇ πάσῃ ἐνούσῃ αὐτῷ ὕλῃ ἤτοι
ξύλῳ μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου καὶ τῆς καθόλου διὰ
[…]ιας ἐφʼ ᾧ με τοῦτο ἔχειν ὑπʼ ἐμὲ εἰς οἴκησίν τε καὶ
φι[…]ασιαν τῆς ἐμῆς ναυτικῆς ἐμπειρίας καὶ ἐμπλεῖν ἐν αὐτῷ
ἀκολούθως τῇ ὑμετέρᾳ κελεύσει ἐφʼ ἣν δʼ ἂν βούλησθε
ἐργασίαν καὶ γόμον, τῶν δὲ ὑμετέρων παντοίων πραγμάτων
τὴν κομιδὴν ποιήσασθαι ἐν πάσαις ὑμῶν χρείαις ἐξυπηρετοῦντα
ὑμῖν καὶὑπουργοῦντα ὑμῖν ἀόκνως καὶ ἀκαταγνώστως
καὶ ἂν δέῃ με ἀπίεναι ἐπʼ ἀλλοδαπὴν γῆν ἑτέρων χρείας
[…] καὶ τοῦτο ποιήσασθαι ἀόκνως μετὰ γνώμης
[…]ους παρʼ οὖρον μετὰ
[…]ἀποκαταστῆσαι ὑμῖν δίχα Θεοῦ
βίας ἄνευοἱασδήποτε ῥᾳδιουργίας καὶ ἀπενεγκεῖν ὑμῖν
[…]τῶν ὑμετέρων πραγμάτων γινόμενα
[…]μεθʼ ὑγιοῦς τῆς πίστεως
[…]πράγμασιν ἐμπιστευθησομένοις
[…]παντοίως ἁπαξαπλῶς
[…]τομενος ἀναποδείκτως […] …
[… ? lines lost …]
[Fr]
[…]…λων καὶ τ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.