Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.herm.34
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐγράφη Ἁθὺρ τεσσαρεσκαιδεκάτῃ ἰνδικτίονος δεκάτης ἐν Ἑρμουπολει τῆς Θηβαΐδος. Ἄπα Ἀπολλωνίῳ εὐλαβεστάτῳ ἀναγνώστῃ υἱῷ τοῦ τῆς θεοφιλοῦς μνήμης Θεοδωρακίου πρεσβυτέρουρε ἀπὸ τῆς Ἑρμουπόλεως παρὰ Αὐρηλίου Εὐσεβίου υἱοῦ Ζαχαρίου γεωργοῦ ἀπὸ τῆς αὐτῆς πόλεως· ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐπὶ τριετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν Θεῷ εἰσιούσης ἑνδεκάτης ἰνδικτίονος καὶ αὐτῆς ἐφεξῆς τὰς διαφερούσας σοι ἀρούρας δύο σπορίμης γῆς πλέω ἔλαττον μετὰ τοῦ μέρους αὐτῶν τοῦ κεχωσμένου λάκκου καὶ τῆς εἰσόδου καὶ ἐξόδου καὶ παντὸς δικαίου διακειμένας ἐν γεωργίῳ λεγομένῳ Ψανσοουϩε ἐν τῷ ἀπηλιώτῃ Ἑρμουπόλεως ὑπὸ τὴν παρα φυλακὴν τῶν ἀπὸ κώμης Τώβθεως καὶ Πκέρδων τοῦ Ἑρμουπολίτου, ὧν γείτονες νότου γῄδια ἁγίου Φοιβάμμωνος τῆς ἀγορᾶς, βορρᾶ γῄδια Ἀθανασίου νοταρίου, ἀπηλιώτου γῄδια τῶν κληρονόμων Ἰωάννου Ψαναϥ, λιβὸς γῄδια τοῦ υἱοῦ Μϣοῦδος, ἢ οἷοι ἂν ὦσι γείτονες πάντῃ πάντοθεν, εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι, φόρου τούτων κατʼ ἔτος σίτου ἀρταβῶν πέντε καὶ κριθῶν ἀρταβῶν πέντε ἡμίσεως μέτρῳ δοχικῷδοκικῷ Ἰούστου γεωργοῦ υἱοῦ Λεπτίας, γίνονται σίτου ἀρτάβαι ε καὶ κριθῶν ἀρτάβαι ε 𐅵 μέτρῳ δοχικῷδοκικῷ Ἰούστου γεωργοῦ, ὅνπερ φόρον νέον καλὸν καθαρὸν κεκοσκινευμένον ἀποδώσω σοι ἐν τῷ Ἐπεὶφ μηνὶ κατʼ ἔτος ἀνυπερ θέτωςανυπερθεως καὶ ἀποκαταστήσω τὸν αὐτὸν εἰς τὸν οἶκόν σου ἐν Ἑρμουπόλει ἰδίοις μου ζῴοις καὶ ἀνθρώποις καὶ ἀναλώμασι. ἡ παροῦσα μίσθωσις κυρία καὶ βεβαία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. σημεῖον Εὐσεβίου Αὐρήλιος Εὐσέβιος υἱὸς Ζαχαρίου ἀπὸ Ἑρμουπόλεως ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται. Γρηγόριος ἐλάχιστος ἀναγνώστης υἱὸς Ἀθανασίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτου γράμματα μὴ εἰδότος. Ζαχαρίας υἱὸς τοῦ μακαρίτου Δωροθέου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει αἰτηθεὶς παρὰ τοῦ θεμένου. Βίκτωρ υἱὸς τοῦ μακαρίτου Αἰλιανοῦ ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ παρούσῃ μισθώσει αἰτηθεὶς παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Ἀθανασίου Βίκτορος σὺν θεῷ συμβολαιογράφου ἐγράφη. φόρου σίτου ἀρταβῶν ε καὶ κριθῶν ἀρταβῶν ε 𐅵 μέτρῳ δοχικῷδοκῷ γεναμένη παρὰ ΕὐσεβίουCross-references (3)
- TM-Text 39259 primary
- DDbDP-Text p.herm;;34 tier-1
- HGV-Text 39259 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.