Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.herm.5
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Ἑρμόδωρος χαίρειν. εὐφραίνων ἐμαυτὸν γράφω σοι καὶ εὔχομαι ὑγιαίνοντί σοι καὶ εὐθυμοῦντι δοθῆναι τὰ γράμματα. τῶν εὐλόγων δέ ἐστι καί σε γράφοντα τοῖς ἄλλοις μι μνήσκεσθαι καὶ ἡμῶν, ἵνα μείζονα ἔχωμεν τὴν θυμηδίαν, γινώσκοντες διʼ ὧν ἐπιστελεῖς τὴν εὐκταίαν ἡμῖν σωτηρίαν σου καὶ ὑγίειαν· εἴη δὲ ἡμᾶς ἐν τάχει ἀπολαύειν τῆς ἐπὶ σοὶ μεγί στης ευφροσύνης· ἧς εὐχόμεθα καὶ ἐλ πίζομεν τεύξεσθαι παρὰ τῆς τοῦ παντο κράτορος θεοῦ χάριτος, ἀπολαβόντες σε ἐρρωμένον ψυχῆι τε καὶ σώματι καὶ καλῶς ἀπαλλάξαντα. εὐθύμει δὲ καὶ ἐπὶ τοῖς υἱοῖς ὑμῶνἡμῶν Ἀνυσίωι τε καὶ Ἀφθονίωι, ὅτι ὑγιαίνουσι καὶ τὰ δέοντα πράττουσιν, ἐπιμελούμενοι τῶν πραγ μάτων ὁμοῦ καὶ τῶν λειτουργημά των, ὑγιαίνουσι δὲ καὶ αἱ ἀδελφαὶ αὐτῶν σὺν τῆι μητρὶ καὶ πάντες οἱ κατὰ τὸν οἶκόν σου. ἀσπάζεταί σε πολλὰ ἡ ἀδελφή σου καὶ τὰ παιδία ἡμῶν καὶ πάντες οἱ κατὰ τὸν οἶκον ἡμῶν. ἐρρῶσθαί σε πολλοῖς χρόνοις εὔχομαι, κύριε ἄδελφε, καὶ ἀπολάβοι μέν σε ἐν τάχει κατὰ πάντα εὐθυμούμενον. Παχὼν κϛ τῶι ἀδελφῶι Θεοφάνει Ἑρμόδωρος.About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.