Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.herm.6
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
τῶι δεσπότηι μου καὶ ἀδελφῶι Θεοφάνει Βησόδωρος πλεῖστα χαίρειν. ἦν ὡς ἀληθῶς σουμοι πόθος τις καὶ πολὺς ἐνκείμενος τῆι διανοίαι μου, ἄδελφε κύριε, ὃς τῇ σῆι κατὰ τὴν πόλιν ἑκάστηι ἐπιφανείαι τε καὶ λαμπρότητι τὸ ἀναπίμπλασθαι ἡδονῆς καὶ τῶν βουλομέ νων τυχεῖν διὰ μόνης τῆς ὄψεως παρεσκεύαζεν· νῦν δʼ ὁ βρα χὺς οὗτος χρόνος τῆς ἀποδημίας ποθεινοτέραν τὴν θέαν ὁρᾶν εὐχομένοις ἡμῖν ἐμπεποίηκεν, ἐπεὶ καὶ ὁ ἐν τῷ καμμύειν χρόνος ἐλάχιστος ὢν πολύς τις καὶ ἀμέτρητος τοῖς ἐρῶσι καὶ ποθοῦσι διαφαίνεται. οὕτω τοίνυν τὸν αὐτὸνταυτὸν παθὼνπάθωνπάσχων, εὔχομαι τῆς τοιαύτης ἀπαλλαγῆναι ἐπιθυμίας, ἀφʼ ἧς καὶ θεωρεῖν σε τάχιστά μοι συμ βήσεται· ὡς γὰρ ἐπὶ τούτωι διάκειμαι τοὺς πανταχόθεν ἑκάστοτε παρεπιδημοῦντας τῶν ξένων ἐρωτῶν· ἔργον καὶ μακρὸν εἰπεῖν· οὐδὲν γάρ ἐστιν οὔτʼ ἐντιμότερον οὔτʼ ἰσχυρότερον ἀδελφοῦ γνησίουνι ὡς τον αὐτὸ πολλάκις ξεν. ἔστι δέ μοι νῦν ἐπιμελὲς καὶ σφόδρα εὐκταῖον τῶν μέν σοι κατορθωθέν των πραγμάτων τὴν τύχην ἀκριβῶς καταμαθεῖν, ὅπως ἂν καὶ αὐτὸς ἐφʼ οἷς ἐνδόξως διέκραζονδιέκραζων μέγιστα ἡσθῶ· πιστεύω γὰρ ἀκριβῶς καὶ θαρρῶ ὡς οὐδέν τι ἀηθὲςἀηδὲς οὐδʼ ἄτοπον συμβήσε ται τοῦ θεοῦ σοι πρὸς πᾶσαν πρᾶξιν συνθεμένου, ἐφʼ οἷς δικαίως τπροσις εὐεργετεῖν κατʼ ἐμαυτόν·τπρσις εὐεργετεῖν κατʼ ἐμὲ χρή· τοῖς γὰρ ἀγαθοῖς τῶν ἀνθρώπων παρὰ θεοῦ ἀπόκεινται πάμπολλαι τιμαί. εἴη δέ σε, κύριε ἄδελφε, κατορθώσαντα ὑγιῶς κατελθεῖν ἐπὶ τὴν πατρίδα· μεθʼ ἡδονῆς καὶ χαρᾶς γὰρ ἡμῶν ἐπὶ τὴν πατρίδα ἡμῖν κατα βήσει· υκαὶ μειζαλλι ὁτιοῦν μοι ὑπ αν κατὰ τὸν βίον θεωρεῖται. ἔπειτα τῶι γε ὑψίστωι θεῶι χάριν τινὰ καὶ πολλὴν εἶχον ἄν, εἰ ὄψει θεωρεῖν τὰ κατὰ σὲ πράγματα οἷός τʼ ἦν ἐγώ, τὴν αὐτὴν ὁδὸν ἐξ ἀρχῆς σοι στειλά μενος· νῦν δὲ ὁπωσδήποτε τοῦτο σαφεστέρως ἀκοῆι δέ ξασθαι καὶ μαθεῖν τὰ περὶ σὲ πράγματα βούλομαι ὡς τάχιστά τε καὶ εὔχομαι. ἀσπάζομαί σε πολλάκις, ἄδελφε ψυχῆς ὡς ἀληθῶς, καὶ πάντας τοὺς σὺν σοὶ κατʼ ὄνομα. ἐρρωμένον σε ἀπολάβοιμι, δέσποτα ἄδελφε, τῶν ἡμῖν βουλομένωνβουλομενν ἐνδόξως τυχόντα. ἀπόδος τῶι κυρίωι μου ἀδελφῶι Θεοφάνει παρὰ Βησοδώρου.About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.