no image
DDbDP-text
Letter from Hermodorus to Theophanes via HGV-meta
Letter from Hermodoros to his brother Theophanes about the family. A private letter from Hermodoros to his brother (or brother-in-law) Theophanes, who is away from home. He sends wishes for his health and safe return, invoking the Almighty God, and reassures him that his sons Anysios and Aphthonios are managing his affairs and public duties and that the rest of the family is well. machine translation
Linked by Trismegistos ID
TM 21124.
Each record below describes this same artifact or text from a different angle.
[r]
[… ? lines lost …]
Ἑρμόδωρος χαίρειν.
εὐφραίνων ἐμαυτὸν γράφω σοι καὶ
εὔχομαι ὑγιαίνοντί σοι καὶ εὐθυμοῦντι
δοθῆναι τὰ γράμματα. τῶν εὐλόγων
δέ ἐστι καί σε γράφοντα τοῖς ἄλλοις μιμνήσκεσθαι καὶ ἡμῶν, ἵνα μείζονα
ἔχωμεν τὴν θυμηδίαν, γινώσκοντες
διʼ ὧν ἐπιστελεῖς τὴν εὐκταίαν ἡμῖν
σωτηρίαν σου καὶ ὑγίειαν· εἴη δὲ ἡμᾶς
ἐν τάχει ἀπολαύειν τῆς ἐπὶ σοὶ μεγίστης ευφροσύνης· ἧς εὐχόμεθα καὶ ἐλπίζομεν τεύξεσθαι παρὰ τῆς τοῦ παντοκράτορος θεοῦ χάριτος, ἀπολαβόντες
σε ἐρρωμένον ψυχῆι τε καὶ σώματι
καὶ καλῶς ἀπαλλάξαντα. εὐθύμει δὲ
καὶ ἐπὶ τοῖς υἱοῖς ὑμῶν Ἀνυσίωι τε καὶ
Ἀφθονίωι, ὅτι ὑγιαίνουσι καὶ τὰ δέοντα
πράττουσιν, ἐπιμελούμενοι τῶν πραγμάτων ὁμοῦ καὶ τῶν λειτουργημάτων, ὑγιαίνουσι δὲ καὶ αἱ ἀδελφαὶ
αὐτῶν σὺν τῆι μητρὶ καὶ πάντες οἱ
κατὰ τὸν οἶκόν σου. ἀσπάζεταί σε πολλὰ
ἡ ἀδελφή σου καὶ τὰ παιδία ἡμῶν
καὶ πάντες οἱ κατὰ τὸν οἶκον ἡμῶν.
ἐρρῶσθαί σε πολλοῖς
χρόνοις εὔχομαι, κύριε
ἄδελφε, καὶ ἀπολάβοιμέν σε ἐν τάχει κατὰ
πάντα εὐθυμούμενον.
Παχὼν κϛ
[v]
τῶι ἀδελφῶι Θεοφάνει Ἑρμόδωρος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.