no image
DDbDP-text
Letter to Apa John via HGV-meta
Letter from Abraham to Apa John asking for his prayers. A Christian letter from a man named Abraham to the holy man Apa John, asking him to remember the writer and his household in his prayers and expressing hope of being freed from present hardship and returning home. It dates to the late 4th century AD and is associated with Lykopolis (Asyut). machine translation
Linked by Trismegistos ID
TM 33467.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῷ δεσπότῃ μου τιμιωτάτῳ καὶ εὐλαβεστάτῳ
Ἄπα Ἰωάννῃ Η[…]Ἀβραὰμ
ἐν κυρίῳ Θεῷ χαίρειν.
ὡς καὶ πιστεύω ὅτι μέλεται μου καὶ τοῦ οἴκου
μου σοι, εὐχαριστῶ τῇ σῇ θεοσεβείᾳ ·
οὕτω καί σου τὸ ἱερὸν πρόσωπον
ἐν τῇ διανοίᾳ μου γίγνωσκέ με ἔχειν.
προσαγορεύω σου τοιγαροῦν τὴν εὐλάβειάν
διὰ τούτων μου τῶν γραμμάτων, παρακαλῶν ὅπως μνημονεύῃς καὶ ἐμοῦ τοῦ σε
προσκυνοῦντος καὶ παντὸς τοῦ οἴκου μου
ἐν αἷς ἀναπέμπεις ἀεὶ καὶ καθʼ ἡμέραν
εὐχαῖς τῷ κυρίῳ σωτῆρι ἡμῶν.
πέποιθα γὰρ ὡς διὰ τῶν ἁγιωτάτων
σου εὐχῶν καὶ τοῦ καμάτου τούτου
ἐν ᾧ ἐσμὲν ἐλευθερωθῆναι καὶ
ἐπανελθεῖν πρὸς ὑμᾶς. λοιπόν, δέσποτα, ἀληθῶς Θεοῦ ἄνθρωπε,
καταξίωσον ἐν μνήμαις ἔχειν
ἡμᾶς. προσαγόρευε παρʼ ἐμοῦ
πάντας τοὺς σὺν σοὶ κάμνοντας
ἀδελφούς. ὁ παντοκράτωρ
Θεὸς διαφυλάξῃ σε ἐπὶ
πολὺν χρόνον ἡμῖν
τοῖς ἁμαρτωλοῖς, ἵνα
διὰ τῶν σῶν ἁγιωτάτων
εὐχῶν διασωθῶμεν
διὰ τοῦ βίου.
[v]
τῷ δεσπότῃ μου τιμιωτάτῳ καὶ εὐλαβεστάτῳ Ἄπα Ἰωάννῃ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.