no image
DDbDP-text
Letter to Abinnaeus asking for the discharge of a widow's son. A Christian letter to the cavalry commander Flavius Abinnaeus asking him to release from military service the brother of the writer's wife, the only son of a widow, or failing that to keep him from being sent away on escort duty. It quotes the Gospel saying about a cup of water and was written around the mid-4th century AD, probably at Philadelphia in the Fayum. machine translation
Linked by Trismegistos ID
TM 32666.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
[…]ἀγαπητῷ […]χαίρειν.
[…]ν εὔχομαι
[…]σωτηρίας σου
[…]
[…]…ς
[…][…]…ραν
[…]ποτήριον ὑδατος ἑνὶ τῶν μικρῶν τούτων
οὐκ ἀπολεῖ τὸν μισθὸν ἑαυτοῦ. μὴ
λυπείσθω δὲ ἡ ψυχή σου ὅτι πονεῖς,
πίστευε δὲ τῷ Θεῷ καὶ παύῃ. γράφω σοι δὲ περὶ τοῦ ἀδελφοῦ τῆς γυναικός μου Ναωμί. υἱός ἐστιν στρατιώτου καὶ ἔδωκεν τὸ ὄνομα αὑτοῦ
ἵνα στρατευθῇ. ἐὰν οὖν δύνῃ
παραφεῖναι αὐτὸν ὀπίσω ἔργον καλὸν
ποιεῖς, πρῶτον μὲν διὰ τὸν Θεὸν, δεύτερον διʼ ἐμὲ διότι χήρα ἐστὶν
ἡ μήτηρ αὐτοῦ καὶ οὐκ ἔχει ἄλλον
εἰ μὴ αὐτόν. ἐὰν δὲ πάλιν στρατευθῇ, ἵνα συντηρῇς αὐτὸν ἵνα
μὴ ἔλθῃ ἔξω μετὰ τῶν
ἐκλεγομένων εἰς κωμιδᾶτον, καὶ ὁ
θεὸς ἀποδιδοῖ σοι πρὸς τὴν
ἐλεημοσύνην σου καὶ ἀνυψοῖ σε εἰς
τὰ μείζονα· καθὼς ἐξέβην ἀπὸ
σοῦ ἤνεγκα Σπ[…]αμιον ἅμα ἐμοί.
ἠξίωσεν δὲ ἵνα ἔλθῃ ἐπὶ τὰ
σκεύη ἑαυτοῦ. ἐβράδυνεν μὴ
[… 1 line lost …]
[r,ms]
ἐλθὼν ἕως […] ἂν εἰδῇς αὐτὸν μὴ θέλοντα ἐλθεῖν μετὰ ἐλευθερίας ὡς ὁμολογήσαμεν οἱ α[…]α σοι ὅτι οὐ μόνον αὐτὸν ἀλλὰ καὶ εἴ τις ἐὰν ᾖ μόνον ἀποπληρω[…]
…ολ…ω μα[…]λ[…]…ν ἐξουσίαν καὶ ὡς εἶπόν σοι πέμψον τὸν κυνηγόν. ἀσπάζομαί σε καὶ πάντας
τοὺς ἐν τῷ οἴκῳ σου. ὁ θεὸς δὲ διαφυλάξῃ σε.
[v]
τῷ ἀγαπητῷ ἀδελφῷ Ἀμινναίῳ …[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.