no image
DDbDP-text
Letter from Klematios to Abinnaeus asking leave for the recruit Ision. A letter from Klematios to Flavius Abinnaeus, commander of the camp at Dionysias, asking that a recruit named Ision, father-in-law of the brother of the cornicularius Paulos, be released to look after Klematios' affairs, subject to recall when needed. It dates to about AD 346 and belongs to the Abinnaeus archive. machine translation
Linked by Trismegistos ID
TM 10030.
Each record below describes this same artifact or text from a different angle.
τῷ δεσπότῃ μου Ἀβιννέῳ
Κλημάτιος.
πάντας τοὺς φίλους ἀεὶ εὐχόμεθα ἐν μείζοσιν προκόπτοντας πράττειν, ἵνα καὶ
ἡμεῖς τῆς πράξεως ἐκείνων ἀπολαύειν δοκῶμεν. ἓν οὖν καὶ τοῦτό μοί ἐστιν
διὰ γραμμάτων παρακαλέσαι τὴν σὴν χρηστότητα, κύριε, ἀπαράβλητε, καὶ ἵνα μὴ νομίσῃς
διά τι κέρδος τοῦτό με ποιεῖν, γνωρίζω τῇ εὐγενείᾳ σου τὸ πρᾶγμα. Ἰσίων τις πρόμωτος
ἐκ τῶν ὑπὸ τὴν σὴν φροντίδα διαφέρει μοι, διαφέρει δὲ καὶ τῷ κυρίῳ μου καὶ ἀδελφῷ
Παύλῳ τῷ κορνικουλαρίῳ τῆς παρεμβολῆς. πενθερὸς γὰρ τυγχάνει Τιμοθέου οὐετρανοῦ
τοῦ ἐν Παρ…τοντι κεκτημένου, ὄντος ὁμογνησίου ἀδελφοῦ τοῦ προειρημένου
Παύλου. ἐπεὶ οὖν οὐδεμία διαφορά ἐστιν μεταξὺ ἐμοῦ καὶ ἐκείνων διὰ τοῦτο
παρακαλέσαι σε ἔσπευσα ὅπως συνχωρήσῃς τούτῳ τοῖς πράγμασιν ἡμῶν
προσέχειν, δυναμένου σοῦ ὅπου τις ἀνάγκη κατεπείγει τοῦτον μετακαλέσασθαι καὶ πάλιν
εὐθέως ποιῆσαι ὡς προεῖπον, τοῖς πράγμασιν ἡμῶν προσέχειν. ἵνα δὲ γνῶμεν ὅτι τῇ
ἀξιώσει ἡμῶν ἐπένευσας καταξίωσον δεξάμενός μου τὰ γράμματα, κύριέ μου,
ἀντιγράψαι μοι περὶ τούτου. ἐρρῶσθαί σε
εὔχομαι πολλοῖς
χρόνοις, κύριε.
τῷ δεσπότῃ μου Ἀβιννέῳ
Κλημάτιος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.