no image
DDbDP-text
Letter of Demetrios to Abinnaeus complaining of a drunken soldier at Ibion. A letter from Demetrios, assistant to Ision, to his patron Flavius Abinnaeus, commander of the camp at Dionysias, complaining that a soldier named Athenodoros abused him while he was collecting grain at Ibion and was drunkenly plundering the village. He asks Abinnaeus to recall the soldier to camp and give him redress, around AD 346. machine translation
Linked by Trismegistos ID
TM 10025.
Each record below describes this same artifact or text from a different angle.
τῷ δεσπότῃ μου καὶ πά-
τρωνι Ἐβεννίῳ
Δημήτριος βοηθὸς Ἰσίωνος
πλεῖστα χαίρειν.
γινώσκειν σε θέλω, κύριέ
μου πάτρων, ὄντι μοι πρὸς
ἀπαίτησιν τοῦ σίτου ἐν
Ἰβίωνι, ἐπῆλθέν μοί τις
στρατιώτης Ἀθηνόδωρος
λεγόμενος, ὤν ὑπὸ τὴν σὴν
φροντίδα, καὶ οὐκ ὀλίγας
ὕβρεις μοι πεποίηται, οὐ μόνον
ἐμοὶ ἀλλὰ καὶ παρʼ ἕκαστα τοῖς
ἀγροῖς ἐκβαίνει οἰνωθεὶς καὶ
τὴν κώμην πρε͂δαν ποιεῖ.
ἔγραψά σοι οὖν τῇ χρηστότητι ὡς εἰδότος μου ὅτι μετακαλῇ αὐτὸν ἐν τοῖς κάστροις
καὶ ἐκδικεῖς με ἐν πᾶσι.
ἔμελλον γὰρ ἀνελθεῖν ἐπὶ τῆς
πόλεως καὶ ἀποδύρασθαι τῷ
ἐμῷ γεούχῳ καὶ τῷ πραιποσίτῳ τῶν στρατιωτῶν Καστίνῳ
πρὸς τὸ ἐκδικηθῆναί με, ἀλλὰ
πρωτοτύπως σοι τῷ ἐμῷ
δεσπότῃ ἔγραψα ἐκδικηθῆναί
με. ἐρρωμένον σε ἡ θεία πρόνοια διαφυλάξειεν πανοικεί.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.