no image
DDbDP-text
Letter from Chairemon to Abinnaeus threatening a complaint to the dux. A sharply worded letter from Chairemon, apparently a member of the town council, to the military commander Abinnaeus. He accuses Abinnaeus of withdrawing his soldiers from the village of Theoxenis and blocking an inquiry into a burglary and livestock thefts, and threatens to report him to the dux unless the soldiers are sent back. Written around AD 346 in the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 10020.
Each record below describes this same artifact or text from a different angle.
κυρίῳ μου ἀδελφῷ Ἀβινναίῳ
[…] Χαιρήμων.
οὐ καλῶς ποιεῖς τοιαῦτα πράττων ἀλλὰ
ὑπομένεις κίνδυνον κακουργῶν συνλημφθῆναι. ἐπὶ τῆς Θεοξενίδος ἀπέστειλας τοὺς
στρατιώτας τοὺς ὑπό σε καὶ ἀπέσπασας σας αὐτοὺς
ἀδικημάτων τοσούτων γεναμένων ἐν τῇ κώμῃ. οἶδας
γὰρ ὅτι ἡ οἰκία τοῦ Ἁτρῆ ἐσυλήθη, ἔχοντος αὐτοῦ
καὶ τοσαῦτα ἀλλότρια ἐν παραθέσει· καὶ ἀπελασίαι
κτηνῶν γεγόνασιν, καὶ οὐκ ἐπέτρεψας ἐξέτασιν αὐτῶν γενέσθαι, ἀλλὰ ἥρπαξας αὐτοὺς
ὡς ἐν ἀνομίᾳ· μὰ τὸν γὰρ θεὸν ἢ τούτους ἀπόστειλον
ἵνα γνῶμεν τὰ πραχθέντα ὑπὸ αὐτῶν ἢ πάντες οἱ ἀπὸ τοῦ βουλευτηρίου ἀνανέγκωμεν ἐπὶ
τὸν δεσπότην μου τὸν δοῦκα περὶ τούτου.
καὶ γὰρ οἱἀπὸ ἐποικίου Κτήσεως ἔνγραφα
ἐπιδεδώκασιν καί ἐμοὶ καὶ Ἀτάμμωνι τῷ πραιποσίτῳ
αὐτῶν κατʼ ἐσοῦ· λοιπὸν ὃ οἶδας σύμφορόν σοι
εἶναι ποίησον, καὶ εἰ θέλεις ἀποστεῖλαι
ἢ οὐ, σὺ ἂν εἰδείης. ἐρρῶσθαί
σʼ εὔχομαι, κύριε
ἄδελφε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.