no image
DDbDP-text
Letter from Demetrios to Abinnaeus about seizing smuggled natron. A letter from Demetrios to Aminnaios (Abinnaeus), commander (praepositus) of the fort at Dionysias, repeating an earlier request that he seize any natron being smuggled through the Arsinoite nome, since natron was a state monopoly. Demetrios asks for news to be sent to his people at Terenouthis or Alexandria; it dates to about AD 346. machine translation
Linked by Trismegistos ID
TM 16866.
Each record below describes this same artifact or text from a different angle.
[r]
κυρίῳ μου ἀδελφῷ Ἀμινναίῳ
Δημήτριος.
καὶ διʼ ἑτέρων γραμμάτων ἐδήλωσα τῇ εὐγενείᾳ σου
ὥστε ὅσα νίτρα καταλαμβάνεις εἴτε διὰ Μαρεωτῶν εἴτε
διὰ Αἰγυπτίων κατερχόμενα ἐν τῇ Ἀρσινοειτῶν ἢ καὶ
ἐν ἑτέροις τόποις ταῦτα ἐπέχειν, καὶ νομίζω μὴ δεδέχθαι
σε τὰ γράμματα, οὐδὲ γὰρ ἔσχον παρὰ τῆς εὐγενείας σου
περὶ τῆς ὑποθέσεως ταύτης γράμματα. καὶ νῦν δὲ διὰ
τοῦ ἡμετέρου παιδὸς Σαραπίωνος ἀνερχομένου ἐν τῇ Ὀάσει
τὰ αὐτὰ δηλῶ ἵνα μετὰ πάσης ἐπιεικείας τὴν φρουρὰν
τῶν ταμιακῶν νίτρων ποιήσῃ καὶ πάντας ὅσους καταλαμβάνεις ἐπίσχῃς μετὰ καὶ τῶν κτηνῶν αὐτῶν. σπούδαζε
δὲ δηλοῦν ἡμῖν ἢ ἐν τῇ Τερενούθει τοῖς ἡμετέροις ἢ
ἐν τῇ Ἀλεξανδρείᾳ, καὶ αὐτὸς δὲ κέλευε περὶ ὧν ἐὰν βούλῃ,
κύριε ἄδελφε, ἵνα καὶ ἡμεῖς τὰ κελευόμενα παρὰ τῆς διαθέσεώς σου μετὰ πάσης προθυμίας ὑπουργῶμεν. ἐρρῶσθαι
σε εὔχομαι πολλοῖς χρόνοις,
κύριε ἄδελφε.
Τῦβι α
[v]
κυρίῳ μου ἀδελφῷ Ἀμινναίῳ πραιποσίτῳ
ΔημήτριοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.