no image
DDbDP-text
Eingabe einer Hausbesitzerin an den Oikonomos Asklepiades wegen ausstehender Mietzahlung via HGV-meta
Linked by Trismegistos ID
TM 2526.
Each record below describes this same artifact or text from a different angle.
Ἀσκληπιάδει οἰκονόμωι
παρὰ …[…]… μελιτοπωλίσσης. […]…ομαί σε ἀγνοεῖν
ὃν τρόπον ἐτάξατο ἐπὶ σοῦ
Ἁρθώυτης ἀποδώσειν μοι
τὸ ἀργύριον ἔως Φαρμοῦθι ιγ
ἢ ἐκχωρήσειν ἐκ τῆς οἰκίας,
καὶ ἔγγραπτα ἐγένετο
ἐπὶ σοῦ. τοῦ δὲ Ἁρθώυτου
οὐ διδόντος μοι τἀργύριον
οὔτε ἐκχωροῦντος τῆς
οἰκίας ἐνέτυχόν σοι, καὶ ἐκέλευσας αὐτὸν ἀπαγαγεῖν.
ἐντυχούσης δέ σοι τῆς γυναικὸς αὐτοῦ φαμένης ἡτοιμακέναι τὸ ἀργύριον ἐτάξατο
ἀποδώσειν μοι ἀργυρίου δραχμὰς υ.
τοῦ Παῦνι … ἢ ἐκχωρήσειν
ἐκ τῆς οἰκίας. δέομαι οὖν σου
μετὰ πάσης δεήσεως, ἐπειδὴ τέτακται ἐπὶ σοῦ πλεονάκις ἀποδώσειν μοι τὸ ἀργύριον καὶ οὐκ ἀποδέδωκεν, ἀλλὰ
παράγει με, συντάξαι πρᾶξαι
αὐτὴν τὸ ἐνοίκιον τῶν … ἐτῶν καὶ
γράψαι ὧι καθήκει παραδεῖξαί μοι τὴν οἰκίαν. τούτου
δὲ γενομένου[…]
[… 2 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.