no image
DDbDP-text
Ἡλιοδώρωι συγγενεῖ καὶ στρατηγῶι καὶ
ἐπὶ τῶν προσόδων
παρὰ Προίτου τοῦ Λυσανίου λογευτοῦ Ταγχάεως. ἀντεχομένου μου τῆς τῶν ἐφελκομένων βασιλικῶν εἰσαγωγῆς
Ἀριστονίκη ἡ καὶ Ἀ[…]…η Χάροπος ἡ τοῦ
υἱοῦ μου Λυσανίου γυνὴ ἀπέδωκεν ἀντίγραφον ἐντεύξεως διʼ ὑπηρέτου τῶν ἐν
τῶι νομῶι χρηματιστῶν καὶ Σαραπίωνος εἰσαγωγέως ἀπαίτησιν
ποιουμένη παρά τε μοῦ καὶ τοῦ υἱοῦ φερνῆς καὶ
ἄλλων κεφαλαίων […]αξασα
ἀποθηρεύει, χάριν τοῦ περισπᾶσθαι ἡμᾶς περὶ τὰ βασιλικὰ […]
ἀφυοῦς ὄντος παραποδιζόμενοι
προσέχεσθαι τῶι κριτηρίωι ὑπόπτως δʼ ἔχοντες μὴ καταχρηματισθῶμεν ἐξ ἐρήμου, προῆγμαι
τὴν τοῦ ὑπομνήματος ἐπίδοσιν
ποιήσασθαι. ἀξιῶ τῶν ὑπαρχόντων ἡμῖν πάντων
κατηγγυημένων ἐν τῶι βασιλικῶι πρὸς
τὴν ἐκπλήρωσιν τῶν τοῦ εἴδους
κεφαλαίων, ἐὰν φαίνηται συντάξαι γράψαι τοῖς χρηματισταῖς
καὶ τῷ εἰσαγωγεῖ μηδὲν καταχρηματίζειν ἡμῶν …… μηδενὸς τῶν ὑπαρχόντων μέχρι
τῆς[…]τῶν βασιλικῶν …
[… 2 lines lost …]
εὐτύχειSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.