no image
DDbDP-text
Petition to the Praefect via HGV-meta
Linked by Trismegistos ID
TM 17513.
Each record below describes this same artifact or text from a different angle.
Α…ῳ …ω[…] τῷ διασημοτάτῳ ἐπάρχῳ Αἰγύπτου
παρὰ Αὐρηλίας Ἠοῦτος Ἡρακλείδου μητρὸς […]ἀπὸ κώμης[…]
τοῦ Ὀξυρυγχίτου νομοῦ. δέησιν δικαιοτάτην τῇ[…]
σου ἐπιεικίᾳ, δέσποτα ἡγεμών, προσφέρουσα[…]…[…]δέομαι
τῆς ἀπὸ τοῦ σοῦ μεγαλείου εὐεργεσίας καὶ α……[…]χ[…]ἀδικουμένη ὑπὸ τοῦ οὐκ ἂν εἴποιμι θείου πρὸς πατρὸς […]…θεμ…
παρατιθεμένη, εἰς τὸ τῶν δικαίων τυχεῖν ὑπὸ τῆς σῆς καλοκαγαθίας. ὁ προειρημένους μου τοίνυν πατὴρ Ἡρακλείδης ἔτι μου καταδεοῦς οὔσης τὴν ἡλικίαν τὸν βίον μετήλλαξεν ἀδιάθετος, δηλαδὴ ἐπί τε ἐμοὶ καὶ ἑτέροις μου
ἀδελφοῖς τρισὶ κατὰ τοὺς νόμους κληρονόμοις ἐξ ἴσου μέρους. ὁ δὲ τούτου
οὐκ ἂν εἴποιμι ἀδελφὸς ἐμοῦ δὲ κατὰ πατέρα θεῖος Ἀοῖσεις τὸ ὄνομα ὡς εἰς τὸ
διοικεῖν τὰ ὑπὸ τοῦ πατρός μου καταλειφθέντα καὶ ἀποκαταστῆσαι ἐμοί τε καὶ
τοῖς ἀδελφοῖς μου εἰς ἐπιτροπίαν ἑαυτὸν ἐπέθετο πρὸς ἐν ἡλικίᾳ γενομένοις μετὰ πάσης πίστεως ἀποκαταστήσειν τὰ τοῦ πατρός. ἐν ὥρᾳ οὖν
τοίνυν γενομένη γάμου ἐξεδόθην […]ωνι δεκαδάρχῃ, μηδέν μοι καθʼ ὁνδήποτʼ οὖν τρόπον εἰς λόγον προικὸς ἐπιδεδωκότος οὐδὲ σχεδὸν
εἰπεῖν καὶ αὐτὴν τὴν ἐσθῆτα ὡς ἂν πε…[…]οι…ιας γενομένης ἀποκαταστῆσαί μοι τὸ ἐπιβάλλον μοι μέρος τῆς κληρονομίας τοῦ ἡμετέρου καὶ προειρημένου πατρός. ἤδη οὖν παῖδες δύο ἐκ τοῦ ἡμετέρου ἀνδρὸς γεγένηνται
τοῦ θείου μου Ἀοίσιος μηδὲν τὸ καθʼ ὅλον ἐπιδεδωκότος ἀναγκαίων πλειστάκις μου δικαιολογουμένης πρὸς τοῦτον τῆς ἀποκαταστάσεως ἕνεκεν
τοῦ ἐπιβάλλοντός μοι μέρους κληρονομίας τοῦ ἡμετέρου πατρός, ὃς δὲ
ἐκ τῶν ἐναντίων ὕβρις οὐ τὰς τυχούσας προσετρίψατό μοι βουλόμενος στερέσαί με, οὐ μὴν ἀλλὰ καὶ τοὺς ὑποδεεστέρους τῇ ἡλικίᾳ ἀδελφούς μου. ὅθεν ἀναγκαίως
καταλαμβάνω τοὺς σοὺς τοῦ ἐμοῦ κυρίου πόδας διὰ ταύτης μου τῆς ἀξιώσεως καὶ δεομένη κελεῦσαί σε διʼ εὐτονωτάτης σου ὑπογραφῆς διʼ οὗ ἐὰν τὸ μεγαλεῖόν σου δοκιμάσῃ
τοῦτον ἐπαναγκασθῆναι ἀποκαταστῆσαι τὰ τῆς κληρονομίας τοῦ προειρημένου μου πατρός,
ἵνʼ ὦ εὐεργετημένη καὶ εἰς ἀεί σοι διὰ παντὸς χάριτας ὁμολογεῖν. διευτύχει.
Αὐρηλία Ἠῦς ἐπιδέδωκα. Αὐρήλιος Διογένης ἔγραψα ὑπὲρ αὐτῆς φαμένης μὴ εἰδέναι
γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.