no image
DDbDP-text
Petition for ius trium liberorum via HGV-meta
Linked by Trismegistos ID
TM 21868.
Each record below describes this same artifact or text from a different angle.
[… ? lines lost …]
[…]…α[…]…[…]…[…], διασημότατε ἡγεμών, οἵτινες
ἐξουσίαν διδόασιν ταῖς γυναιξὶν ταῖς τῶν τριῶν τέκνων
δικαίῳ κεκοσμημέναις ἑαυτῶν κυριεύειν καὶ χωρὶς κυρίου χρηματίζειν ἐν αἷς ποιοῦνται οἰκονομίαις, πολλῷ
δὲ πλέον ταῖς γράμματα
ἐπισταμέναις. καὶ αὐτὴ τοίνυν τῷ μὲν κόσμῳ τῆς εὐπαιδείας εὐτυχήσασα,
ἐνγράμματος δὲ καὶ ἐς τὰ
μάλιστα γράφειν εὐκόπως
δυναμένη, ὑπὸ περισσῆς
ἀσφαλείας διὰ τούτων μου
τῶν βιβλιδίων προσφωνῶ
τῷ σῷ μεγέθει πρὸς τὸ δύνασθαι ἀνεμποδίστως ἃς ἐντεῦθεν ποιοῦμαι οἰκονομίας
διαπράσσεσθαι. ἀξιῶ ἔχειν
αὐτὰ ἀπροκρίτως τοῖς δικαίοις μου ἐν τῇ σῇ τοῦ διασημοτάτου τάξει, ἵνʼ ὦ βεβοηθημένη καὶ εἰσαεί σοι
χάριτας ὁμολογήσω. διευτύχει.
Αὐρηλία Θαϊσοῦς ἡ καὶ Λολλιανὴ διεπεμψάμην πρὸς ἐπίδοσιν. ἔτους ι Ἐπεὶφ β[…].
ἔσται σοῦ τὰ βιβλία ἐν τῇ τάξει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.