no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9210.
Each record below describes this same artifact or text from a different angle.
Ἀμμωνίῳ Πατέρνῳ ἑκατοντάρχῃ
παρὰ Σύρου Συρίωνος ἐπικαλουμένου Πετεκᾶ ἀπὸ τῆς μητροπόλεως. ἐγὼ καὶ ὁ ἀδελφός μου,
ὅσα ὠφείλαμεν σιτικὰ δημόσια, μεμετρήκαμεν τῷ Παῦνι
μηνὶ, ὡσαύτως καὶ τὰ ὑπὲρ λογίας ἐπιβληθέντα ἡμῖν ἐν
κώμῃ Καρανίδι πυροῦ ἀρτάβας ἐννέα ἀπὸ ἀρταβῶν δέκα .
ἕνεκα οὖν τῆς λοιπῆς ἀρτάβης
μιᾶς , ἐμοῦ ἐν ἀγρῷ ὄντος, ἐπεισῆλθον τῇ οἰκίᾳ μου οἱ πράκτορες τῶν σιτικῶν Πετεεὺς Τκελὼ καὶ Σαραπίων Μάρωνος καὶ ὁ τούτων γραμματεὺς Πτολεμαῖος σὺν καὶ ὑπηρέτῃ Ἀμμωνίῳ καὶ ἀφήρπασαν ἀπὸ τῆς μητρός μου ἱμάτιον καὶ λακτίσμασιν αὐτὴν
ἐξέβαλον. διὸ ἐκ τούτου τε κλινήρους αὐτῆς γενομένης
καὶ κινδυνευούσης τῷ
ζῆν, ἀξιῶ ἀχθῆναι αὐτοὺς ἐπὶ σέ, ὅπως τῶν ἀπὸ
σοῦ δικαίων τύχω. διευτύχει.
Εἰκ ἐτῶν μζ οὐλὴ γόνατι δεξιῷ
φάμενος μὴ εἰδέναι γράμματα.
ἔτους λγ Αὐρηλίου Κομμόδου
Καίσαρος τοῦ κυρίου μηνὸς
Παῦνι η.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.