no image
DDbDP-text
[r]
Δημητρίωι τῶι παρ’ Ἀθηνοδώρου
τοῦ διοικητοῦ παρὰ Ἀμεννέως
τοῦ Τεῶτος κεραμέως τῶν ἐκ Μαχόρ.
ἐμοῦ ἐπαντλοῦντος εἰς τὸν Πολιάνθου κλῆρον ἀπὸ τῆς δ τοῦ Ἁθὺρ μηνὸς
ἐπελθὼν Ἑριεὺς Ἑσιήους κωμοφυλακίτης
ἀπήγαγέν με εἰς τὴν φυλακὴν καὶ τοὺς
παρ’ ἐμοῦ ἀντλητὰς ἀνεσόβησεν ὥστε
καὶ ἀσπορῆσαί μου τὴν γῆν καὶ οὐκ ἀφῆκέ με ἐκ τῆς φυλακῆς μέχρι τοῦ με δοῦναι δραχμὰς Αυ ὑποθεὶς τὴν οἰκίαν μου.
τοῦ δ’ Ἀθηνοδώρου τοῦ διοικητοῦ παραγενομένου ἐνέτυχον αὐτῶι μεθ’ ὑπομνήματος περὶ
τούτων καὶ γράψαντος αὐτοῦ Σπαρτάκωι τῶι ἐπιμελητῆι ὅπως τὰ δίκαιά μοι γένηται καὶ τοῦ Σπαρτάκου
γράψαντος Ἀμμωνίωι τῶι τῆς κώμης
ἐπιστάτηι ἀποστεῖλαι τὸν Ἑριέα ,
πεισθεὶς ὁ Ἀμμώνιος ὁ μεταλαβὼν οὐκ ἀπέστειλεν ἕως τοῦ νῦν. ἀξιῶ οὖν
μετὰ πάσης δεήσεως, ἐπειδὴ πᾶσιν ἀπονέμεις καὶ τὰ δίκαια ποίεις, γράψαι
ὧι καθήκει ἀποστεῖλαι ἐπὶ σὲ τὸν
Ἑριέα φυλακίτην ὅπως τὴν περὶ τούτων ἐπίσκεψιν ποιήσῃς, τούτου δὲ
γενομένου τεύξομαι τῆς παρὰ σοῦ
βοηθείας.
εὐτύχει.
[v]
ἔτους ιε Χοιὰχ κζ παρὰ
Ἀμεννέως τῶν ἐκ Μαχὸρ
κατὰ Ἑριέως ὑπὲρ δραχμῶν Αυ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.