no image
DDbDP-text
…ασαφ[…]
αὐτὸν τὰς ιγ 𐅵 ἀρτάβας τῶν
πυρῶν ἕως τῆς λ τοῦ
Παῦνι τοῦ αὐτοῦ κε ἔτους·
καὶ τοῦ χρόνου τῆς ἀποδόσεως διεληλυθότος καὶ
ἄλλου πλέονος ἐπιγεγονότος
ὁ ἐνκαλούμενος Ἀμμώνιος πλεονάκις ἀπῃτημένος τὸν πυρὸν οὐκ ἀποδέδωκεν μέχρι τοῦ νῦν διαπλανῶν με ἀεί τινας ὑπερβολὰς ποιούμενος κατεγνωκὼς τῶι γυναῖκά με
εἶναι καὶ ἀβοήθητον. διὸ τὴν
ἐπὶ σὲ καταφυγὴν
πεποιημένη ἀξιῶ ἐὰν φαίνηται
μεταπέμψασθαι αὐτὸν
καὶ ἐπαναγκάσαι παραχρῆμα τὰ δίκαιά μοι ποιῆσαι·
τούτου δὲ γενομένου
ἔσομαι τετευχυῖα τῆς
παρὰ σοῦ βοηθείας.
εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.