no image
DDbDP-text
Linked by Trismegistos ID
TM 1539.
Each record below describes this same artifact or text from a different angle.
[r]
Αὖγχις Ζήνωνι χαίρειν.
λαμβάνουσα ζῦτον ἐκ
τοῦ μεγάλου ζυτοπωλίου διατίθημι τὴν
ἡμέραν δραχμῶν δ, καὶ εὐτακτῶ.
Δημήτριος δέ μου ὁ ἀμπελουργὸς ἀπατήσας
τὴν θυγατέρα ἐξαγαγὼν κρύπτει, φάμενος
συνοικήσειν αὐτῆι ἄνευ
ἐμοῦ. αὕτη δὲ συνένεμε
τὸ ἐργαστήριον καὶ ἐμὲ
ἔτρεφεν πρεσβυτέραν οὖσαν. νῦν οὖν ζημίαν ποιῶ ταύτης ἐξελθούσης, καὶ
αὐτὴ δὲ τὰ δέοντα οὐκ ἔχω. ἔχει δὲ καὶ γυναῖκα
ἑτέραν καὶ παιδία ὧδε
ὥστε οὐ δύναται συνοικεῖν
ἧι ἠπάτησεν. ἀξιῶ οὖν βοηθῆσαί μοι διὰ τὸ γῆρας
καὶ παραδοῦναί μοι αὐτήν.
ἔρρωσο.
[v]
ἔτους λβ, μεχείρ.
Αὖγχις.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.