no image
DDbDP-text
[r]
Πολέμων Ἁριμούθηι χαίρειν. ἀπεστάλκαμεν πρὸς
σὲ Μνάσωνα τὸν δοκιμαστὴν μετὰ φυλακῆς. διεγγυήσας οὖν αὐτὸν παραμονῆς δραχμῶν Α ἄφες αὐτὸν
εἰσαγαγεῖν τὰ ὀφειλήματα καθὰ σύγκειται
πρὸς ἡμᾶς, τὸ πρόστιμον
αὐτῶι συμβαλὼν παρὰ σαυτοῦ ὅσους μὴ ἐπιτρέψεις
ἀποβιάζεσθαι αὐτὸν καὶ
…σε[…]μ…, καὶ συνεπιλαμβάνου αὐτῶι πρὸς τὸ
εἰσαχθῆναι πάντα, καὶ
ἡμῖν ἐπίστειλον ὅτι
παρείληφας αὐτὸν παρὰ
τῶν παρʼ ἡμῶν μαχίμων
καὶ ὅτι διεγγυήσεις αὐτὸν
τῶν Α δραχμῶν, ἐπιμέλειαν δὲ
ποίησαι ὅπως καὶ τὸ ὑπάρχον ἔλαιον διʼ αὐτοῦ ἤδη
πραθῆι καὶ ἡ τιμὴ ἀνακομισθεῖσα πέσηι ἐπὶ τὴν
βασιλικὴν τράπεζαν.
[… ? lines lost …]
[v]
[…]Ἁριμούθηι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.