no image
DDbDP-text
Ἀντίγονος Δωρίωνι χαίρειν. ἔγραψας περὶ Καλλιδρόμου τοῦ Καλλικράτου ὥστε ἔτι καὶ νῦν ἐπαναγκάσαι αὐτὸν τὸν ὄνον
ἀποδοῦναι τῶι κυρίωι ἢ τιμὴν αὐτῶι
ὁ Καλλίδρομος δὲ τὸν Δωρίωνα[…]
ὅπως […] ἐνέγκηι δ…να ἀπολυ[…]
πρᾶξαι δὲ αὐτὸν τιμὴν τοῦ ὄνου δραχμὰς κ. ἐγὼ οὖν ἡσυχῆι μὲν κατὰ τὴν γραφεῖσάν μοι ὑπὸ σοῦ ἐπιστολὴν
ἀπήγαγον τὸν Καλλίδρομον εἰς τὸ ἐν Σινάρυ δεσμωτήριον ἵνα τὸ ὑποζύγιον ἀποδῶι Δωρίωνι, Πάτρων δὲ
ὁ ἀρχιφυλακίτης τῆς κάτω τοπαρχίας παραγενόμενος εἰς τὸ δεσμωτήριον
τὸ ἐν Σινάρυ ἐξήγαγεν τὸν Καλλίδρομον ἐκ τοῦ δεσμωτηρίου
ὥστε μὴ δύνασθαι ἡμᾶς τὴν πρᾶξιν ποιήσασθαι κατὰ τὸ
διάγραμμα τόν τε ὄνον ἀναγαγὼν εἰς τὴν οἰκίαν
καὶ ἔχων ἐν Τακόναι παρʼ αὑτῶι ἐκ μέσου ἀφῄρηκεν αὐτὸν.
εἰ οὖν μὴ ἠρρωστήσαμεν επ[…]
εἰλήφειν ἂν παρʼ αὐτοῦ διά τινος μαχαιροφόρου. ἔγραψα οὖν σοι περὶ τούτων ὅπως εἰδῇς εἶναι
αἴτιον τοῦ μὴ γενέσθαι τῶι Δωρίωνι ἀπόδοσιν τὴν
Πάτρωνος βίαν, ὃς ἀπειθῶν διατετέλεκε τοῖς παρὰ σοῦ προστάγμασιν. ἔρρωσο. ἔτους δ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.