no image
DDbDP-text
[r]
Δημοκράτης Πυθονίκωι χαίρειν. ἀπέσταλκά σοι τὴν πρὸς Παυσανίαν
ἐπιστολήν. ἀποδοὺς οὖν καὶ ὡς ἂν Ἀπολλώνιον ἐξαποστείλῃς πρὸς ἡμᾶς
κομίζοντα τὰ προγεγραμμένα σοι, διασάφησον ἡμῖν παραχρῆμα. αἴτησον δὲ
[…]αρομ[…]…[…]υ……[…]υ…ν καὶ …[…]ν…[…]…ου ὥστε εἰς
ξένια φοίνικας καὶ ἐμβαλὼν εἰς βίκους δὸς καὶ ταῦτα παρακομίσαι ἡμῖν.
Πτολεμαίωι δὲ διάστειλαι, εἴπερ μὴ τὸν βυβλιαφόρον καὶ τὸν ἔφοδον ἐκπέπεικας. ὑβρικα…[…]…ι αὐτῶι. περὶ δὲ τούτων ἐπέσταλκα καὶ Παυσανίαι.
ἔρρωσο. ἔτους ιϛ Φαῶφι ιϛ.
[v]
ἀπόδος εἰς
Ἀπόλλωνος πόλιν
τὴν μεγάλην
20Πυθονίκωι
ἔτουςιϛ Φαῶφι …
διὰ Νικάνορος […]…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.