no image
DDbDP-text
Loan of Money via HGV-meta
Loan of money from Aurelia Sophia to Aurelius Pamour. A loan contract in which Aurelius Pamour of Kellis, living at Aphrodite in the Antaiopolite nome, acknowledges borrowing 5,000 talents of silver from Aurelia Sophia, also of Kellis, at interest of 500 talents per month. It was written on 15 February 364, and another villager signed for the illiterate borrower. machine translation
Linked by Trismegistos ID
TM 20304.
Each record below describes this same artifact or text from a different angle.
[r]
Αὐρήλιος Παμοῦρ Παμούριος μητρὸς
Τακοσε ἀπὸ κώμης Κέλλεως τῆς Μωθιτῶν πόλεως τῆς Μεγάλης Ὀάσεως
νυνὶ οἰκῶν ἐν κώμῃ Ἀφροδίτης τοῦ
Ἀνταιοπολίτου μελαγχαίτης κολοβὸς
Αὐρηλίᾳ Σοφίᾳ Βῆσα μητρὸς Τα…ς
ἀπὸ τῆς αὐτῆς κώμης Κέλλεως νῦν
διατριβούσῃ ἐπὶ τῇ αὐτῇ κώμῃ Ἀφροδίτης χαίρειν.
ὁμολογῶ ἐσχηκέναι καὶ δεδανεῖσθαι
παρὰ σοῦ ἐντεῦθεν εἰς ἰδίαν μου καὶ
ἀναγκαίαν χρείαν καὶ ἠριθμῆσθαι διὰ
χειρὸς ἀργυρίου Σεβαστῶν νομίσματος
τάλαντα πεντακισχίλια, γίνεται ἀργυρίου τάλαντα Ε
κεφαλαίου καὶ παρέξω σοι ὑπὲρ ἐπέργου
τούτων ἀποτάκτου κατὰ μῆνα ἕκαστον
ἀργυρίου τάλαντα πεντακόσια, γίνεται τάλαντα φ,
ἀπὸ τῆς ἐνεστώσης ἡμέρας τοῦ ὄντος
μηνὸς Μεχεὶρ κ τῆς παρούσης ζ
ἰνδικτίωνος ἄχρις ἀποδόσεως τοῦ κεφαλαίου
καὶ ὁπόταν βουλήθῃς ἀπολύειν παρʼ
ἐμοῦ τὸ κεφάλαιον ἀποκαταστήσω σοι
μετὰ τοῦ συναγομένου ἀποτάκτου ἤτοι
ἐπέργου ἀνυπερθέτως καὶ ἀναμφιλόγως
τῆς πάσης μου εὐπορίας ὑποκειμένης σοι ἕως ἂν ἀποδῶ τὸ ὄφλημα. τὸ δὲ
χειρόγραφον τοῦτο ἁπλοῦν σοι ἐξεδόμην
πρὸς ἀσφάλειαν κύριον καὶ βέβαιον καὶ
ἐπερωτηθεὶς ὡμολόγησα. μετὰ τὴν ὑπατείαν
Ἰουλιανοῦ τὸ δ καὶ Φλαυίου Σαλλουστίου
τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου
Μεχεὶρ κ. Αὐρήλιος Παμοῦρ Παμούριος
ὁ προκείμενος ἔσχον καὶ ὀφείλω τὰ τοῦ
ἀργυρίου κεφαλαίου τάλαντα πεντακισχίλια
καὶ ἀποδώσω μετὰ τοῦ συναγομένου ἐπέργου
κατὰ μῆνα ἀργυρίου ταλάντων πεντακοσίων
καὶ εὐδοκῶ πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται. Αὐρήλιος Πεβῶς Τιθοῆτος ἀπὸ τῆς αὐτῆς
κώμης Κέλλεως ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα
μὴ εἰδότος.
[v]
Παμοῦρ Παμοῦρ ἀπὸ Κέλλεως ἀργυρίου τάλαντα Ε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.