Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.kellis.1.71

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

κυρίῳ τιμιωτάτῳ καὶ ὡς ἀληθῶς ποθεινοτάτωι ἀδελφῶι Ψάιτι Παμοῦρις ἐν θεῷ χαίρειν. προηγουμένως πολλὰ τὴν σὴν εὐ λάβειαν προσαγορεύομεν ἐγὼ καὶ ἡ σύμβιος καὶ οἱ υἱοὶ κατʼ ὄ νομα, εὖ ἔχοντες τέως προ νοίᾳ τοῦ θεοῦ. προσείπατε ἡμῖν τὸν κύριον ἀδελφὸν Θεόγνωστον καὶ τὸν υἱὸν Ἀνδρέαν· περὶ τῆς σῆς πρὸς ἡμᾶς ἀφίξεως, τιμιώτατε, ὁσημέραι κ προσδο κοῦμεν ἐκ πάλαι, ἐξ ὅτου γεγρά φηκας. καὶ νὴ τὸν θεὸν διὰ σὲ ἐνθαδὶ παρέμεινα μὴ ἀπελ θὼν εἰς τὴν Ἀντινόου ἀναγκαί ας χρείας ἕνεκεν μετὰ τοῦ ἀδελ φοῦ Πεκυσίου. ἀλλὰ ἰδού, πολλά κις μετεπέμψατό με ἐκεῖ, ἀλλ ἐπειδή σε προσδοκῶ, οὐκ ἀπῆλ θον. αὐτὸ δὴ τοῦτο καὶ αὐτῷ ἔγραψαἔγραψας ὅτι τὸν ἀδελφὸν μετὰ τῶν παιδίων προσδοκῶ ἐν ταῦθα. διὸ μὴ ἀμελήσῃς ἐλ θεῖν. φέρε μοι μετὰ σοῦ πελύ κιον καὶ βατέλλιον χαλκοῦν κλιβανωτόν. πρόσειπέ μοι ἕκαστον κατʼ ὄνομα. τεθαύ μακα δὲ πῶς, τοσούτων ἐλ θόντων πρὸς ἡμᾶς, οὐδὲ καὶ ἐὰνκὰν γράμματος ἡμᾶς κατη ξιώσατε διὰ τοσούτου χρόνου, ἀλλὰ καὶ ἐγὼκἀγὼ ἤμην κρίνας μὴ γράψαι καὶ ὅμως οὐκ ἐδυ νήθην βαστάξαι, μάλιστα ὅτι Φιλάμμων ἐστίν· ἢ οὐκ οἴ δατε ὅτι διψῶμεν τῶν ὑμε τέρων γραμμάτων; πρόσει πέ μοι Καπίτωνα καὶ ΨάινΨαις ΤρυφάνουςΤροφάνους μετὰ συμβίων καὶ τέ κνων. πολλά μοι πρόσειπε τὴν μητέρα Μαρίαν καὶ τὴν μικρὰν Τσεμπνούθην. πέμψον μοι, ἀξι ῶ, τὴν κόραν. ἐγὼ δίδω τὸ φόρετρονφόλετρον καὶ καθʼ ἕκαστον ἐνιαυτὸν χαρίσω σοι ἐρέαν εἰς ἱμάτιον τοῦ μισθοῦ αὐτῆς. ἔρρωσό μοι, κύριε. ἀξιῶ δέξαι παρὰ Καμὲ τοὺς δέκα στατῆρας στήμονος καὶ δὸς ΨάιΨαις Τρυφάνους. θαυμάζω, μῆτερ Μαρία, πῶς οὐκ ἔγραψάς μοι ὅτι ἐδεξάμην τὸ παρακρεμάσιον παρὰ Ψάιτος· δέξαι τοῦτο τὸ ἄλλον παρὰ Φιλάμμωνος καὶ κυθρίδιον ἰχθύων. ἀξιῶ, μῆτερμῆτηρ Μαρία, πέμψον μοι τὸ βατέλλιον καὶ τὸ κρί κιον τὸ σιδηροῦν, ὅτι θέλω αὐτὰ βαλεῖν εἰς τὸν ἱστόν. ἐγὼ Μαρία προσαγορεύω τὴν κυρίαν μου τὴν μητέρα καὶ τὴν ἀδελφὴν μετὰ τέκνων. προσαγορεύει ὑμᾶς καὶ τὰ τέκνα μου. ἔρρωσθέ μοι. vestiges

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.