Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.kellis.1.72
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
κυρίῳ μου ἀδελφῷ Παμοῦρι Πεκῦσις ὁ ἀδελφός σου. πρὸ παντὸς πολλά σε προσα γορεύω εὐχόμενος ὁλοκλη ρεῖν. προσαγορεύει σε ἡ σύμ βιός σου καὶ ὁ υἱός σου Ὧρος καὶ ἡ μικρὰ αὐτοῦ ἀδελφή. ἀσπά ζεταί σε ὁ ἀδελφός σου Ὧρος καὶ Θεόγνωστος καὶ Ψάις καὶ πάν τες οἱ ἡμέτεροι καὶ ἐρρωμένοι ἐσμὲν πάντες θεοῦ χάριτι. ἴσως μὲν ἠκούσθης περὶ τοῦ υἱοῦ ἡμῶν Ὥρου ὅτι λειτουργεῖλιτουργειλιτυργεῖ ἄρτι καὶ πάντως διὰ τοῦ το οὐκ ἠθέλησας πρὸς ἡμᾶς ἐλθεῖν προορώμενος τὴν τῆς λειτουργίαςλιτουργείας πίμπλησιν ἐλ θὲ σύ, καὶ χρείαν σου οὐκ ἔχει εἰς τοῦ το. θαυμάζω δὲ πῶς οὐκ ἐ πέστειλάς μοι καὶ ἐὰνκὰν ποκάριον ἓν εἰδὼς ἡμᾶς μὴ ἄλλο ἔ χοντας ἐν χερσί. οὔτε ἐμοὶ ἔπεμψας οὔτε τῷ υἱῷ σου. οὐ μόνος γὰρ αὐτὸς σχολάζει εἰς τὴν ὑπηρεσίαν τῆς λειτουρ γίας, ἀλλά ἐγὼ αὐτὸςαυτου σχολὴν πρὸς μίαν ὥραν οὐκ ἔχω ἀ πὸ τῶν τοιούτων· ἐκπλήττομαι δέ σου τὸ ἀμέριμνον περὶ ἡμῶνἡημωαν. εἰ γὰρ ἠγόρασας τὴν μικρὰν πορφύραν καὶ μό νον διὰ σάκκον, οὐκ ἔπεμ ψας. θαυμαστόν· ἐδύνου γὰρ σαβάνιον ἀγοράσαι καὶ βαλεῖν αὐτὴν εἰς αὐτὸ καὶ ἀποστεῖλαί μοι. ἀξιωθεὶς δὲ καλόχρω μον ἀγόρασόν μοι τὸ μικρὸν ἐρίδιον. πρόσειπέ μοι τὸν ἀ δελφὸν Φιλάμμωνα, εἰ παρὰ σοί ἐστι. ὃ ποιεῖς ποίησον. ἐρ ρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις εὐτυχοῦντα. καὶ καταλαμβάνω ὑμᾶς ταχέως ἐπὶ τοῦτο, ὡς γὰρ βαρυκέφαλος ἐφάνης. ἐλυπήθημεν δὲ πάνυ vestiges μὴ δεξάμενοι διὰ τῶν πρὸς ἡμᾶς νυνὶ ἐληλυ θότων, Νεστόριον δὲ λέγω καὶ Βησᾶν Σύρου. ὅλην γὰρ τὴν ἡμέραν ἐν ᾗ εἰσεληλύθα σιν ἔτι ἠξέφαινεν vestiges θέσεως vestiges ἔρρωσαι κυρίῳ μου ἀδελφῶι Παμοῦρι ΠεκῦσιςCross-references (3)
- TM-Text 33326 primary
- DDbDP-Text p.kellis;1;72 tier-1
- HGV-Text 33326 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.