no image
DDbDP-text
Private Letter via HGV-meta
Letter from Pamouris to his brother Psais urging a visit. A Christian private letter from Pamouris to his brother Psais, urging him to visit, complaining of a lack of letters, asking for tools and for a girl to be sent to work for him in return for wool. Added messages concern textiles and loom equipment, and Maria sends greetings. Written at Kellis in the Dakhla Oasis in the mid-4th century AD. machine translation
Linked by Trismegistos ID
TM 33325.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
κυρίῳ τιμιωτάτῳ καὶ ὡς ἀληθῶς
ποθεινοτάτωι ἀδελφῶι Ψάιτι
Παμοῦρις ἐν θεῷ χαίρειν.
προηγουμένως πολλὰ τὴν σὴν εὐλάβειαν προσαγορεύομεν ἐγὼ
καὶ ἡ σύμβιος καὶ οἱ υἱοὶ κατʼ ὄνομα, εὖ ἔχοντες τέως προνοίᾳ τοῦ θεοῦ. προσείπατε ἡμῖν
τὸν κύριον ἀδελφὸν Θεόγνωστον
καὶ τὸν υἱὸν Ἀνδρέαν· περὶ
τῆς σῆς πρὸς ἡμᾶς ἀφίξεως,
τιμιώτατε, ὁσημέραι προσδοκοῦμεν ἐκ πάλαι, ἐξ ὅτου γεγράφηκας. καὶ νὴ τὸν θεὸν διὰ
σὲ ἐνθαδὶ παρέμεινα μὴ ἀπελθὼν εἰς τὴν Ἀντινόου ἀναγκαίας χρείας ἕνεκεν μετὰ τοῦ ἀδελφοῦ Πεκυσίου. ἀλλὰ ἰδού, πολλάκις μετεπέμψατό με ἐκεῖ, ἀλλ
ἐπειδή σε προσδοκῶ, οὐκ ἀπῆλθον. αὐτὸ δὴ τοῦτο καὶ αὐτῷ ἔγραψα ὅτι τὸν ἀδελφὸν μετὰ
τῶν παιδίων προσδοκῶ ἐνταῦθα. διὸ μὴ ἀμελήσῃς ἐλθεῖν. φέρε μοι μετὰ σοῦ πελύκιον καὶ βατέλλιον χαλκοῦν
κλιβανωτόν. πρόσειπέ μοι
ἕκαστον κατʼ ὄνομα. τεθαύμακα δὲ πῶς, τοσούτων ἐλθόντων πρὸς ἡμᾶς, οὐδὲ
καὶ ἐὰν γράμματος ἡμᾶς κατηξιώσατε διὰ τοσούτου χρόνου,
ἀλλὰ καὶ ἐγὼ ἤμην κρίνας
μὴ γράψαι καὶ ὅμως οὐκ ἐδυνήθην βαστάξαι, μάλιστα ὅτι
Φιλάμμων ἐστίν· ἢ οὐκ οἴδατε ὅτι διψῶμεν τῶν ὑμετέρων γραμμάτων; πρόσειπέ μοι Καπίτωνα καὶ Ψάιν
Τρυφάνους μετὰ συμβίων καὶ τέκνων. πολλά μοι πρόσειπε τὴν
μητέρα Μαρίαν καὶ τὴν μικρὰν
Τσεμπνούθην. πέμψον μοι, ἀξιῶ, τὴν κόραν. ἐγὼ δίδω τὸ
φόρετρον καὶ καθʼ ἕκαστον ἐνιαυτὸν
χαρίσω σοι ἐρέαν εἰς ἱμάτιον τοῦ
μισθοῦ αὐτῆς. ἔρρωσό μοι, κύριε.
[r,ms]
ἀξιῶ δέξαι παρὰ Καμὲ τοὺς δέκα στατῆρας
στήμονος καὶ δὸς Ψάι Τρυφάνους. θαυμάζω, μῆτερ Μαρία, πῶς οὐκ ἔγραψάς
μοι ὅτι ἐδεξάμην τὸ παρακρεμάσιον παρὰ Ψάιτος· δέξαι τοῦτο τὸ ἄλλον παρὰ Φιλάμμωνος καὶ κυθρίδιον ἰχθύων.
[v]
ἀξιῶ, μῆτερ Μαρία, πέμψον μοι τὸ βατέλλιον καὶ τὸ κρίκιον τὸ σιδηροῦν, ὅτι θέλω αὐτὰ βαλεῖν εἰς τὸν ἱστόν.
ἐγὼ Μαρία προσαγορεύω τὴν κυρίαν μου τὴν μητέρα
καὶ τὴν ἀδελφὴν μετὰ τέκνων. προσαγορεύει ὑμᾶς
καὶ τὰ τέκνα μου. ἔρρωσθέ μοι.
…Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.