no image
DDbDP-text
Quittung eines Reiters über den Empfang von Gerste via HGV-meta
Linked by Trismegistos ID
TM 21200.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Ὡρίων ἱππεὺς εἴλης
Ἀπριανῆς τύρμης Διονυσιανοῦ διαπεμφθεὶς ὑπὸ Αὐρηλίου
Οὐαλερίου Σωτηρίχου δεκαδάρχου εἴλης
τῆς αὐτῆς διακειμένης ἐν
τῇ Μικρᾷ Ὀάσει Ἑρμίαι
…… …σιτολόγῳ Ἄνω τοπαρχίας
…ν[…]εως τοῦ διελθόντος κ ἔτους καὶ ἐπισφραγιστῇ τῆς αὐτῆς
[…]χαίρειν. παρέλαβον
καὶ παραμεμέτρημαι ἐξ ἐπιστάλματος τοῦ τοῦ νομοῦ στρατηγοῦ
Αὐρηλίου Ἀνουβίωνος συνεπιστέλλοντος Ὡρίωνος
τοῦ καὶ Ἀπίωνος βασιλικοῦ
γραμματέως τοῦ αὐτοῦ νομοῦ
κριθῆς γενήματος τοῦ αὐτοῦ
διελθόντος κ ἔτους καθαρᾶς ἀδόλου
ἀβώλου ἀδιπατήτου κεκοσκινευμένης μέτρῳ δημοσίῳ ἡμιαρταβίῳ μετρήσει τῇ
κελευσθείσῃ ἀρτάβας τριάκοντα τέσσαρας δίμοιρον
τεσσαρακοστόγδοον , ἐξ ὧν ὑπελογήθη ὑπὲρ ἑκατοστῆς τῆς
μιᾶς ἡμίσους ἀρτάβης ἥμισυ
ἐνενηκοστόεκτον . κυρία ἡ
ἀποχὴ τρισσὴ γραφεῖσα ὑμῖν
μὲν τοῖς σιτολόγοις καὶ ἐπισφραγισταῖς ἁπλῆ, τῷ δὲ στρατηγῷ δισσή. ἔτους κα Αὐτοκράτορος Μάρκου Αὐρηλίου
Σεουήρου Ἀντωνίνου Παρθικοῦ
μεγίστου Βρετανικοῦ μεγίστου
Εὐσεβοῦς Σεβαστοῦ Παῦνι ιγ.
Αὐρήλιος Ὡρίων ἱππεὺς
παραμεμέτρημαι τὰς τῆς κριθῆς ἀρτάβας τριάκοντα
τέσσαρας ἕκτον
ἐνενηκοστόεκτον […]
η[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.