no image
DDbDP-text
Πτολλαρίων γεγυμνασιαρχηκώς Σαραπάμμωνι ἱερεῖ ο ἔσχον παρὰ σοῦ ἀφ’ ὧν ὀφείλεις ἐμοὶ σὺ καὶ ὁ τετεευτηκώς σου ἀδελφὸς Πα εἰς λόγον φι λανθρώπων τῶν ἀπὸ μηνὸς Ἁδριανοῦ τοῦ κγ ἔτους Τίτου Αἰλίου Ἀντωνείνου ἕως Ἁθὺρ τοῦ κδ ἔτους τοῦ καὶ πρώτου Ἀντωνείνου καὶ Οὐήρου δραχμὰς πεντακοσίας ἑβδο μήκοντα ἕξ, ὁμοίως καὶ τῶν ἀπὸ μηνὸς Ἁδριανοῦ τοῦ α ἔτους Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν ἐπὶ λόγου δραχμὰς δραχμὰς τριακο σίας μὴ ἐλαττουμένου μου ὑπὲρ τῶν κεφαλαίων καὶ τῶν τόκων καὶ ἐπεσομένων ἔτους β Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἁθὺρ καὶ ὁμοίως Φαρμοῦθι ιδ ἔσχον ἄλλας ἐπὶ λόγου δραχμὰς τριακοσίας γίνονται δραχμαὶ τ. Καὶ ὁμοίως δ ἔτους Παχὼν ι ἔσχον ἄλλας ἐπὶ λόγου δραχμὰς τετρακοσίας ὀγδο ήκοντα γίνονται δραχμαὶ υπSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.