Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.graux.3.30col7

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Σαβείνῳ καὶ μετόχοις δημοσίων τραπεζίταις Σαραπίων ὁ καὶ Ἀφροδείσιος Διοδώρου καὶ Δεῖος Ἡρατίωνος οἱ β ἱματιοπῶλαι καὶ ἑρμηνεῖς ἀγορᾶς μητροπόλεως· ὁμολογοῦμεν ἀπέχειν παρʼ ὑμῶν τὰς ἐπι σταλείσας ἡμῖνἡμεῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος δια δεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμωνος μερίδων ὑπέρ τε ναύλου ἱματισμοῦ καὶ τιμῆς σαβάνων, ἀκολούθως τῷ ἐπιστάλματι οὗ ἀντίγραφον ὑπόκειταιὑπόκιται, ἀργυρίου δραχμὰς ρλζ διώβολον χαλκοῦς 4. Πτολεμαῖος βασιλικὸς γραμματεὺς Πολέμωνος μερίδος διαδεχόμενος καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμωνος μερίδων Σαβείνῳ καὶ μετόχοις δημοσίων τραπεζίταις χαίρειν. ἐξοδιάσατεἐξωδιάσατε ἀπὸ λόγου διοικήσεως τῆς Πολέμωνος μερίδος Σαραπίωνι τῷ καὶ Ἀφροδεισίῳ Διοδώρου καὶ Δείῳ Ἡρατίωνος τοῖς β ἱματιοπώλαις καὶ ἑρμηνεῦσιν ἀγορᾶς μητρο πόλεως, προχειρισθεῖσιν ὑπὸ τῶν λοιπῶν ἱματιοπωλῶν καὶ ἑρμηνέων τῆς αὐτῆς ἀγορᾶς πρὸς κατακομιδὴν καὶ παράδοσιν δημοσίου ἱματισμοῦ ἑξαμήνου, ἃς ᾐτή σαντο ἐπισταλῆναι ὑπέρ τε ναύλου ἐπιβεβληκυιῶνἐπιβεβληκυειῶν ἀπὸ τῶν κελευσθεισῶν κατασκευασθῆναι ὑπὸ Αἰλίου Σωκρατικοῦ τοῦ κρατίστου ἐπιτρόπου εἰς χρείας δεσμωτῶν στολῶν Ϛψ τῇ Πολέμωνος μερίδι στολῶν Βσιβ, ὑπὲρ ὧν ἐξωδιάσθη ἐν προχρείᾳ εἰς κατασκευήν, ὡς τῆς α ἐκ δραχμῶν κϛ, τὰ συναγόμενατων συναγομενων τάλαντα θ δραχμαὶ Γφιβ, ὡς τοῦ τῆς τιμῆςτειμῆς ἐξοδιασμοῦ κατὰ τὸ ἔθος δραχμῶν κζ τετρωβόλου χαλκοῦ α, ἀπὸ τῶν συναγομένων τῶν ἐπιτρεχόντων χαλκίνων, λογιζομένου τοῦ στατῆρος ὀβολῶν κθ, δραχμῶν σιϛ τὰς αἰτηθείσαςαι αιτηθεισαι ὑπὲρ ἡμισείαςἡμισίας δραχμὰς ρη, ὑπὲρ δὲ τιμῆςτειμῆς σαβάνων κϛ ὁμοίως ἐπιβεβληκότων τῇ Πολέμωνος μερίδι ἀπὸ σαβάνων εσαο τῶν τριῶν μερίδων - κατηγγίσθηκατηνγίσθη ὁ ἱματισμὸς ἐμβληθεὶς εἰς πλοῖονπλῖον Κολλούθου οὗ κυβερνήτης ὁ αὐτός -, ὡς τοῦ ἑνὸς ἐκἐγ δραχμῶν γ, ἀπὸ τῶν συναγομένων δραχμῶν οη τὰς ὁμοίως αἰτηθείσας ἓξ ἡμισείαςἡμισίας δραχμὰς τριάκοντα ἐννέα , τὰς ἐπὶ τὸ αὐτὸ δραχμὰς ἑκατὸν τεσσαράκοντα ἑπτά , ἐξ ὧν ὑπολογήσαντες τὰς αἱρούσας ὑπὲρ ἑκατοστῶν ἓξ ἡμίσους δραχμὰς ἐννέα τριώβολον χαλκοῦς 4 πρόσθεσθε τῷ κυριακῷ λόγῳ καὶ τὰς λοιπὰς δραχμὰς ἑκατὸν τριάκοντα ἑπτὰ διώβολον χαλκοὶ 4, γίνονται αἱ προκείμεναιπροκίμεναι, καὶ λαβόντες τὰς καθη κούσας ἀποχὰς δισσὰς εἴς με γεγραμμένας ἀνάδοτέ μοι. ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ ιε. Πτολεμαῖος. ἐξοδιάσατεἐξωδιάσατε τὰς προκειμέναςπροκιμένας δρα χμὰς ἑκατὸν τριάκοντα ἑπτὰ ὀβολοὺς δύο ἡμιωβέλιον , γίνονται αἱ προκείμεναιπροκ. Σαραπίων ὁ καὶ Ἀφροδίσιος Διοδώρου καὶ Δῖος Ἡρατίωνος ἀπέχομεν, καθὼς πρόκειται. Δεῖος Ἡρατίωνος συναπέχω, καθὼς πρόκειται. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ κε.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.