no image
DDbDP-text
Privatbrief, Geldrückzahlung betreffend via HGV-meta
Linked by Trismegistos ID
TM 37289.
Each record below describes this same artifact or text from a different angle.
Διόσκορος ὁ γαμβρὸς Πέτρου ὁ υἱὸς τοῦ ἀδελφοῦ Τασνου τῆς ἐνταῦθα μενούσης ἐγγύς μου εἶπεν ὡς δεδωκὼς τῇ ὑμετέρᾳ ἀδελφικῇ λαμπρότητι εἰς ἀγορασίαν μξαριθιων νομίσματα ιε καὶ ἐξ αὐτῶν ἔλαβεν, ὡς λέγει, νομίσματα θ, τὰ δὲ λοιπὰ οὐκ ἔσχεν ἕως νῦν τῆς καταβολῆς τούτων ὀφειλούσηςὀφειλοντων γενέσθαι ἐν τῷ Παχὼν μηνί· καταξιώσῃ οὖν ἡ ὑμετέρα ἀδελφικὴ λαμπρότης κελεῦσαι τὰ αὐτὰ νομίσματα ϛ διδόναι τῷ προ γεγραμμένῳ Διοσκόρῳ, ἐφʼ ᾧ δύνασθαι τοὺς κληρονόμους τοῦ τελευτήσαντος ἐξ αὐτοῦ καὶ εἰς τὰς ἁγίας προσφορὰς ἀναλῶσαι καὶ εἰς τὴν ἰδίαν χρείαν καὶ φροντίσαι αὐτοῦ Διοσκόρου ἐν τοῖς ἀνακύπτουσιν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.