no image
DDbDP-text
Immobilienkaufvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 34794.
Each record below describes this same artifact or text from a different angle.
εἰς τὸ ἀπὸ τοῦ νῦν ὑμᾶς κρατεῖν καὶ κυριεύειν καὶ δεσποτεύειν τῶν καθὼς πρόκειται πεπραμένων ὑμῖν ὑφʼ ἡμῶν προδηλωθέντων πραγμάτων, ὧν τὴν νομὴν καὶ τὴν δεσποτείαν ἐντεῦθεν ὑμῖν παραδεδώκαμεν, καὶ τοὺς παρʼ ὑμῶν μεταπαραλημψομένους δεσπόζοντας χρωμένους καὶ οἰκο νομοῦντας καὶ διοικοῦντας καὶ ἐπιτελοῦντας περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀνεμποδίστως βεβαιούντων ἡμῶν τῶν πωλούντων καὶ τῶν παρʼ ἡμῶν ὑμῖν τε τοῖς πριαμένοις καὶ τοῖς παρʼ ὑμῶν πάσῃ βεβαιώσει ἀπὸ παντὸς διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου ἢ ἐκτίσειν ὑμῖν τὴν προκειμένην τιμὴν διπλῆν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ τὰ ἄλλα ἀναλώματα πάντα διπλᾶ καὶ μηδὲν ἧσσον πρὸς τῷ ὑμῖν μένειν τήνδε τὴν πρᾶσιν κυρίαν καὶ βεβαίαν καθότι καὶ ἔστιν,Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.