no image
DDbDP-text
Eingabe an einen Riparius (?) via HGV-meta
Linked by Trismegistos ID
TM 21233.
Each record below describes this same artifact or text from a different angle.
μετὰ τὴν ὑπατείανὑπατίαν τῶν δεσποτῶν ἡμῶν Θεοδοσίου τὸ ιγ καὶ Οὐαλεντινιανοῦ τὸ γ τῶν αἰωνίων Αὐγούστων Θὼθ γ Φλαουίῳ Ἰωσῆφ πολιτευομένῳ καὶ ῥιπαρίῳ τῆς Ὀξυρυγχιτῶν παρὰ Αὐρηλίου Ἀβρααμίου υἱοῦ Πόσιτος ἀπὸ τῆς αὐτῆς πόλεως. οἱ πεδιοφύλακες κώμης Πανευεί παρὰ τὴν τούτων αἰτίαν ἐπηρεα πρὸ τριῶν τούτων ἡμερῶν ἐν νυκτὶ ἀφη λώσαντες τὴν σιδήρωσιν τὴν τοὺς ζυγοὺς καὶ τὰς ἐκχυσίαςἐχυσίας ἀπέβησαν. διὸ ὥστε ἀχθῆναι τοὺς ὑπευθύνους καὶ τὸ ἱκανὸν ἡμῖν ποιηθῆναι καὶ τὴν τῶν κακούργων παράστασιν γενέσθαι τοῖς νόμοις πρὸς ἀπολογίαν, ἀναγκαίως τόνδε τὸν λίβελλον ἐπιδίδωμι τῇ σῇ ἐντρεχείᾳἐντρεχίᾳ ἀξιῶν τοὺς ὑπευθύνους ἀνενεχθῆναι καὶ ἐξασφαλισθῆναι, ἄχρις οὗ ἂν ἡ κρίσις γένηται. Αὐρήλιος Ἀβραὰμ ἐπιδέδωκα. ἐντυχία Αὐρηλίου Ἀβρααμίου Πόσιτος ἀπὸ τῆς Ὀξυρυγχιτῶν κατὰ τῶν πεδιοφυλάκων κώμης Πανευεὶ α Θὼθ γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.