no image
DDbDP-text
Mitvertrag über die Hälfte eines Hauses via HGV-meta
Linked by Trismegistos ID
TM 118641.
Each record below describes this same artifact or text from a different angle.
χρόνον διʼ οὗ κατέχω λογιζόμενον ἀπὸ τῆς σήμερον ἡμέρας ἥτις ἐστὶν Ἐπεὶφ δευτέρα τῆς παρούσης τρίτης ἰνδικτίονος τὸ διαφέρον σοι ἥμισυ μέρος ἀπὸ ὁλοκλήρου οἰκίαςοἰκείας διακειμένης ἐπὶ τῆς Ἑρμουπολιτῶντῆς Ἑρμοῦ πόλεως ἐπʼ ἀμφόδου Πόλεως Ἀπηλιώτου ἐν ῥύμῃ τῆς ἁγίας Εὐφημίας νευούσης εἰς λίβα οἵας ἐστὶν θέσεως μετὰ παντὸς αὐτῆς τοῦ δικαίου πρὸς χρῆσιν ἐμὴν καὶ οἴκησιν καὶ ὁμολογῶ διδόναι σοι λόγῳ ἐνοικίουἐνοικείου τούτου κατʼ ἔτος κεράτια τέσσαρα τῆς συναλλαγῆς γίνονται κεράτια δ μόνα ὅπερ ἐνοίκιονἐνοίκειον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως καὶ μετὰ τὸν χρόνον ταύτης τῆς μισθώσεως παραδώσω σοι τὸ αὐτὸ ἥμισυ μέρος πάσης τῆς αὐτῆς οἰκίαςοἰκείας μετὰ παντὸς αὐτῆς τοῦ δικαίου ὡς παρείληφα. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ εἰς πάντα ἐπερωτηθεὶς ὡμολόγησα Ὀννόφρις Πέτρου γεωργὸςΓεωργίου ὁ προγεγραμμένος μεμίσθωμαι ὡς πρόκειται. Ἀριστοφάνης ΦοιβάμμωνοςΦοιβάμμων ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Παλοῦς υἱὸς τοῦ μακαρίτου Ποήριος ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ παρούσῃ μισθώσειμισθώσι ἀκούσας παρὰ τοῦ θεμένου θεμένου Θεόδωρος Πανίνου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῇ μισθώσειμισθώσι ἀκούσας παρὰ τοῦ θεμένου διʼ ἐμοῦ Ἰούστου σὺν θεῷ συμβολαιογράφου ἐγράφη Paraphe underlineSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.