no image
DDbDP-text
Richiesta di parathesis via HGV-meta
Linked by Trismegistos ID
TM 11539.
Each record below describes this same artifact or text from a different angle.
Φλαούιος Δῖος σεσημείωμαι. ἔτους ζ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Τῦβι ιη Φλαυίωι Δομιττίωι καὶ Σαβείνωι τῷ καὶ Θρακίδᾳ γεγυμνασιαρχγεγυμμνασιαρχηκόσι βιβλιοφύλαξι ἐνκτήσεων παρὰ Τεφορσαίτος τῆς Κρονίωνος τοῦ Χεῶτος μητρὸς Θεναπύγχεως ἀπὸ κώ μης Τεπτύνεως μετὰ κυρίου τοῦ ἀδελφοῦ Ἁρφαήσεως, ἀφʼ ὧν ἀπεγραψάμην διὰ τῶν προτέρων καὶ τῇ προθεσμίᾳ, περὶ κώ μην Τεπτῦνιν κλήρου κατοικικοῦ ἀρου ρῶν τεσσάρων καὶ ἐπιβολῆς κώμης ἀρού ρης τετάρτου βούλομαι ἑκουσίως καὶ αὐθαιρέτωςαὐθερέτως ὑπαλλᾶξαι κλήρου κατοικικοῦ ἀρούρας δύο ἐκ τοῦ πρὸς νότον μέρους Διδύμῃ Ἥρωνος τοῦ Ἀμαίτος πρὸς ἃς ὀφείλω αὐτῇ σὺν τῇ ἀδελφῇ μου Ταορσενοῦφει κατὰ ἀσφάλειαν ἀργυρίου κεφαλαίου δραχμὰς τριακοσίας ἑβδομήκοντα δύο καὶ τοὺς τόκους καθʼ ὧν καὶ μὴ συνχρη ματίζεσθαί μοι μηδὲν ἁπλῶς οἰκονο μούσῃ, ἐπʼ ἐξαλλοτριώσι ἢ ἐπὶ καταχρη ματισμῶι, ἄχρι οὗ ἀποδῶ τὰ ὀφειλό μενα καὶ ἀπενέγκω τὴν καθήκουσαν ἀποχήν. διὸ ἐπιδίδωμι τὴν ὑπαλλαγήν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.