no image
DDbDP-text
Ἐπίσταλμα τοῦ σωματισμοῦ via HGV-meta
Linked by Trismegistos ID
TM 21250.
Each record below describes this same artifact or text from a different angle.
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ἐνάτου Ἐπεὶφ δωδεκάτῃ ἑβδόμης ἰνδικτίονος ἐν Ἑρμουπόλει τῆς Θηβαίδος τῷ δημοσίῳ λόγῳ τῆς πόλεως Ἑρμουπολιτῶν διὰ σοῦ Φλαυίου Μαγίστορος υἱοῦ Καλλινίκου βοηθοῦ τοῦ λογιστηρίου καὶ διαστολέως μερίδος Διοσκορίδου ἀπὸ τῆς αὐτῆς πόλεως Αὐρήλιος Ἐνῶχ υἱὸς Πκαλίου ἐκ μητρὸς γεωργὸς ἀπὸ κώμης χαίρειν. θελήσῃ ἡ σὴ εὐδοκίμησις κουφίσαι Θεοφίλῃ τῇ εὐγενεστάτῃ θυγατρὶ Βίκτορος τοῦ καὶ ἀπὸ τῆς αὐτῆς πόλεως ἐκ τῶν τρακτευομένων παρὰ σοῦ δημοσίων διαστρωμάτων τῆς σίτου καθαροῦ σὺν ναύλοις καὶ ἑκατοσταῖς καὶ προσθήκαις καὶ παντοίοις ἀναλώμασι ἀρτάβης μιᾶς ἡμίσους τετάρτου καὶ εἰσφορῶν καὶ χρυσοῦ κερατίων δέκα ὑπὲρ ὀνόματος ἐρημίας Κοπρέους ἀπὸ τῆς αὐτῆς πόλεως καὶ τὴν δημοσίαν συντέλειαν ἐν τε σίτῳ καὶ χρυσίῳ ἐπιβαλεῖν μοι καὶ τοῖς ἐμοῖς κληρονόμοις καὶ διαδόχοις καὶ διακατόχοις ὑπὲρ τῶν δημοσίων τῆς πεπραμένης μοι παρὰ τῆς Θεοφίλης τῆς προειρημένης κατʼ ἔγγραφον ἀσφάλειαν ἀρούρης τετάρτου σπορίμης καὶ ἀνύδρου γῆς διακειμένης ἐν τῷ ἕλει τῆς κώμης Θύνεως ἐν τῇ εὗρον. ὁμολογοῦσιν διάδοχοι καὶ διακάτοχοι εἰσενεγκεῖν καὶ εἰσφέρειν τῷ αὐτῷ δημοσίῳ λόγῳ τὴν δημοσίαν συντέλειαν μετὰ τῶν ἐσομένων εἰσφορῶν τῶν δημοσίων τῆς αὐτῆς μερίδος ΔιοσκορίδουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.