no image
DDbDP-text
ει τοπογραμματεῖ παρὰ Διονυσίου τοῦ Λέοντος Καρυστίου τῶν Πτολεμαίου καὶ τῶν ἀδελφῶν ἑξηκονταρούρου. ὑπαρχουσῶν μοι ἐν τῶι ἰδίωι κλήρωι περὶ τὰ Χαλκωρύχια κροτωνοφόρου γῆς ἀρουρῶν γ καὶ τὰ τούτων γινόμενα βασιλικὰ παρασχομένου μου κατʼ ἐ νιαυτὸν ἕκαστον ἀνεγκλήτως ἐν δὲ τῶι λθ ἔτει σου παραγενομένου εἰς τὸν κλῆρον σὺν Πτολεμαίωι τῶι παρὰ βασιλικοῦ γραμματέως προσκωι ἀρουρ ιγ τὰς ἄλλας τοῖς βασιλικοῖς εἰκασίαν ἐποίησανἐπόησαν τὰς κρότωνος ἀρούρας ιϛ. ἐπιδίδω μι ὑπολεγόμενος τὴν κροτωνοφόρον ὅπως παραθῶ τοὺς καρποὺς ὡς καθήκει μέχρι τοῦ παρα κεκομίσθαι πάντα εἰς τὸ βασιλικόν. τούτου δὲ γενομένου ἔσομαι ἀσυκο φάντητος καὶ οὐθὲν τῶν εἰς τὸ βασιλικὸν χρησίμων διαπεσεῖται. ευτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.