no image
DDbDP-text
Δημητρίωι τῶι παρ’ Ἀθηνοδώρου τοῦ διοικητοῦ παρὰ Ἀμεννέως τοῦ Τεῶτος κεραμέως τῶν ἐκ Μαχόρ. ἐμοῦ ἐπαντλοῦντος εἰς τὸν Πολιάν θου κλῆρον ἀπὸ τῆς δ τοῦ Ἁθὺρ μηνὸς ἐπελθὼν Ἑριεὺς ἙσιήουςἙσιέους κωμοφυλακίτης ἀπήγαγέν με εἰς τὴν φυλακὴν καὶ τοὺς παρ’ ἐμοῦ ἀντλητὰς ἀνεσόβησεν ὥστε καὶ ἀσπορῆσαί μου τὴν γῆν καὶ οὐκ ἀφῆ κέ με ἐκ τῆς φυλακῆς μέχρι τοῦ με δοῦ ναι δραχμὰς Αυ ὑποθεὶς τὴν οἰκίαν μου. τοῦ δ’ Ἀθηνοδώρου τοῦ διοικητοῦ παραγενομένου ἐνέ τυχον αὐτῶι μεθ’ ὑπομνήματος περὶ τούτων καὶ γράψαντος αὐτοῦ Σπαρ τάκωι τῶι ἐπιμελητῆι ὅπως τὰ δί καιά μοι γένηται καὶ τοῦ Σπαρτάκου γράψαντος Ἀμμωνίωι τῶι τῆς κώμης ἐπιστάτηι ἀποστεῖλαι τὸν Ἑριέα Ἀμμώνιος, πεισθεὶς ὁ Ἀμμώνιος ὁ μεταλαβὼν οὐ κ ἀπέστειλεν ἕως τοῦ νῦν. ἀξιῶ οὖν μετὰ πάσης δεήσεως, ἐπειδὴ πᾶσιν ἀπονέμειςἀπο νέμει καὶ τὰ δίκαια ποίειςποεῖς, γράψαι ὧι καθήκει ἀποστεῖλαι ἐπὶ σὲ τὸν Ἑριέα φυλακίτην ὅπως τὴν περὶ τού των ἐπίσκεψιν ποιήσῃς, τούτου δὲ γενομένου τεύξομαι τῆς παρὰ σοῦ βοηθείας. εὐτύχει. ἔτους ιε Χοιὰχ κζ παρὰ Ἀμεννέως τῶν ἐκ Μαχὸρ κατὰ Ἑριέως ὑπὲρ δραχμῶν Αυ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.