no image
DDbDP-text
Schoolbook of Paulus: writing exercise (?) and loan of money via APIS-papyrus
Linked by Trismegistos ID
TM 64449.
Each record below describes this same artifact or text from a different angle.
[2A]
Αὐρήλιος Διονύσιος Χ…φ…[…]ος ἀπὸ τῆς λαμπροτάτης Ἀλεξανδρίας οἰκῶν ἐπὶ κώμης Μηαμήρεως
τῆς Ναυκρατιτῶν πόλεως Αὐρηλίῳ Γούνθῳ Ἄμμωνος
ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ διὰ ταύτης μου τῆς ἀσφαλείας εἰληφέναι ἠριθμῆσθαι
παρὰ σοῦ ἐξ οἴκου σου διὰ χειρὸς εἰς ἰδίαν μου
καὶ ἀναγκαίαν χρείαν ἀργυρίου Σεβαστῶν
νομίσματος μυριάδας ἑκατόν, τόκου
ἑκάστης μυριάδος μιᾶς δηναρίων πεντήκοντα, ἅπερ χορηγήσω σοι κατὰ μῆνα ἕκαστον
ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας, μὴ ἐξόν μοι
δὲ λέγειν δεδωκέναι σοί τι χωρὶς ἐγγράφου ἀποχῆς,
τῆς πράξεως σοὶ γινομένης ἔκ τε ἐμοῦ αὐτοῦ
καὶ ἐκ τῶν ὑπαρχόντων μου
πάντων καθάπερ ἐκ δίκης. ἡ δὲ ἀσφάλειαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.