no image
DDbDP-text
A loan of money with interest via HGV-meta
Linked by Trismegistos ID
TM 320715.
Each record below describes this same artifact or text from a different angle.
[r]
ὑπατείας Φλαουίων Ἀμαντίου και Ἀλβίνου
τῶν λαμπροτάτων, Θὼθ […]
Ἀυρήλιος Δίδυμος Π[…]
ἀπό κώμης Πακέρκη Αὐρηλί- […]
Διογᾶτος ἀπό τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτών
πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ
σοῦ ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα τριάκοντα
καὶ δραχμὰς τρισχιλίας, γίνεται τάλαντα λ καὶ δραχμαὶ Γ, σὺν διαφόρῳ, ἅπερ ἐπάναγκες ἀποδώσω τῇ τριακάδι τοῦ Θὼθ τοῦ ἐνεστῶτος μ ἔτους κβ ἔτους ιγ ἔτους
ἄνευ πάσης ὑπερθέσεως και εὑρησιλογίας·
εἰ δὲ μή, ἐκτείσω ὑπὲρ τοῦ ὑπερπεσόντος
χρόνου τόκον τὰ σταθέντα πρός ἀλλήλους,
μένοντός σοι λόγου πρὸς ἐμὲ περὶ ὧν
ἄλλων σοὶ χρεωστῶ καθ' ἕτερα γράμματα
ἄχρι τῆς καὶ περὶ αὐτῶν ἀποδόσεως, γινομένης σοὶ τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν
ὑπαρχόντων μοι πάντων. κύριον τὸ χειρόγραφον ἁπλοῦν γραφέν και ἐπερωτηθεὶς
ὡμολόγησα.
Αὐρήλιος Δίδυμος ὁ προκείμενος ἔσχον τὰ τοῦ
ἀργυρίου τάλαντα τριάκοντα καὶ δραχμὰς τρισχιλίας
σὺν διαφόρῳ καὶ ἀποδώσω ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Πα… ἔγραψα ὑπὲρ
αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα.
[v]
χειρόγραφον Διδύμου ἀπὸ Πακέρκη κεφαλαίου ταλάντων λ
ἐκ δραχμῶν Γ ἀπὸ Θώθ μ ἔτουςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.