no image
DDbDP-text
Loan of money with interest in kind via HGV-meta
Linked by Trismegistos ID
TM 133324.
Each record below describes this same artifact or text from a different angle.
Αὐρήλιος Ἅρπαλλος Πεκύσεως
ἀπὸ κώμης Περκεήσεως τοῦ Ἀρσινοΐτου νομοῦ
Αὐρηλίῳ Παήσεως Παήσεως
ἀπὸ κώμης Φιλαδελφείας τοῦ ἀυτοῦ
νομοῦ χαίρειν. ὁμολογῶ εἰληφέναι παρὰ σοῦ
εἰς ἰδίαν μου καὶ ἀναγκαίαν μου
χρείαν χρυσίου νομισμάτιον ἕν νομισμάτιον χρυσίου α
ἐπὶ τόκου κεμίου ἀρτάβας τρεῖς ἀρτάβας γ
ἅσπερ ἐπάναγκον ἀποδώσω μηνὶ
Θὼθ τῆς εὐτυχούσης δ ἰνδικτίονος
ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας
γινομένης τῷ Αὐρηλίῳ Παήσει τῆς πράξεώς
ἔκ τε τοῦ ἐμοῦ ὁμολογουμένου ἢ καὶ ἐκ
τῶν ὑπαρχόντων μου πάντων καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθεὶς ὡμολόγησα.
Αὐρήλιος Ἅρπαλλος ὁ προκείμενος
ἔσχον τό τε χρυσίου νομισμάτιον ἕν
μετὰ καὶ τοῦ τόκου κεμίου ἀρτάβας τρεῖς ἀρτάβας γ
καὶ ἀποδώσω τῇ προθεσμίᾳ ὡς πρόκειται. .ca2-3
[…]φ[…]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.