no image
DDbDP-text
Loan of Money via HGV-meta
Linked by Trismegistos ID
TM 18486.
Each record below describes this same artifact or text from a different angle.
[r]
† μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Θεοδοσίου τὸ ιβ
καὶ Οὐαλεντινιανοῦ τὸ β τῶν αἰωνίων Αὐγούστων[…]
Αὐρήλιος Ἰωσῆφ Τιμοθέου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης
Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίῳ …[…]τῆς αὐτῆς
πόλεως χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει διὰ
χειρὸς ἐξ οἴκου σου εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν
χρυσοῦ νομισμάτιον ἁπλοῦν δεσποτικὸν δόκιμον ἕν,
γίνεται χρυσοῦ νομισμάτιον α κεφαλαίου, ὅπερ ἀκίνδυνον ὂν ἀπὸ παντὸς
κινδύνου ἐπάναγκες ἀποδώσω σοὶ ὁπόταν αἱρῇ[…]
καὶ ἀνυπερθέτως γιγνομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ
καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ
γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος
Ἰωσῆφ Τιμοθέου ὁ προκείμενος ἔσχον τὸ τοῦ χρυσοῦ νομισμάτιον ἓν
καὶ ἀποδώδω ὁπόταν αἱρῇ ὡς πρόκειται.[…]
ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος
☧ di’ emu[…]
[v]
γραμμάτιον ἸωσῆφSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.