no image
DDbDP-text
Αὐρηλία Δημητρία Ἑρμίνου Ἑρμαίου ἀπὸ Ἑρμοῦ πόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης ἀναγραφομένη ἐπʼ ἀμφόδου φρουρίου λιβὸς χωρὶς κυρίου χρηματί ζουσα δικαίῳ τέκνων συνεστῶτος αὐτῇ καὶ γράφοντος ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα Αὐρηλίου Ἑρμίνου Ἑρμησίωνος ἀπὸ τῆς αὐτῆς πόλεως ἀναγραφομένου ἐπʼ ἀμφόδου πόλεως ἀπηλιώτου Τεχῶσιν οἰκογενῆ αὐτῆς δούλην ὡς ἐτῶν λγ ἐκ μητρὸς Αὐρηλίας Εὖτος ἀπελευθέρας μεταξὺ φίλων ἠλευθέρωσεν ἐλευθέραν τε εἶναι ἐκέλευσεν καὶ ἔσχεν ὑπὲρ λύτρων αὐτῆς παρὰ Αὐρηλίου Σαραπίωνος τοῦ καὶ Κοπρέους βουλευτοῦ τῆς αὐτῆς πόλεως δραχμὰς Σεβαστὰς τρισχειλίας , ἃς καὶ αὐτὸς ὁ Αὐρήλιος Σαραπίων ὁ καὶ Κοπρεῦς ὁ προκείμενος ἐχαρίσατο Τεχώσι τῇ προκειμένῃ ἐπερωτήσεώς τε γενομένης ὡμολόγησεν. Αὐρηλία Δημητρία Ἑρμίνου Ἑρμαίου χωρὶς κυρίου χρηματίζουσα δικαίῳ τέκνων ἡ τῆς προκειμένης πατρώνισσα ὡμολόγησεν ἐσχηκέναι τὸ προκείμενον κεφάλαιον καὶ ἠλευθερωκέναι Τεχῶσιν τὴν προκειμένην καὶ την ἐλευ μηδεSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.