no image
DDbDP-text
[1]
τοῖς ἐπὶ τῶν θυσιῶν
ᾑρημένοις
παρὰ Αὐρηλίου Σερήνου
Ἀνούφεως ἀπὸ κώμης
Εὐημερίας. καὶ ἀεὶ θύων
τοῖς θεοῖς καὶ διατετέλεκα
καὶ νῦν ἐπὶ παροῦσιν
ὑμῖν κατὰ τὰ προσταχθέντα καὶ ἔθυσα καὶ
ἔσπεισα καὶ τῶν
ἱερείων ἐγευσάμην
καὶ ἀξιῶ ὑμᾶς ἐπισημειώσασθαί μοι. διευτυχεῖτε.
Αὐρήλιος Σερῆνος ὡς ἐτῶν ξ οὐλὴ
ἀντικνημίῳ ἀριστερῷ.
Αὐρήλιος Ἥρων εἶδον σε θύοντα.
ἔτους α Αὐτοκράτορος Καίσαρος
Γαίου Μεσσίου Κυίντου
Τραιανοῦ Δεκίου Εὐσεβοῦς
Εὐτυχοῦς Σεβαστοῦ
Παῦνι κβ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.