no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9033.
Each record below describes this same artifact or text from a different angle.
τοῖς ἐπὶ τῶν θυσιῶν ᾑρημένοις κώμης Ἀλεξάνδρου Νήσου
παρὰ Αὐρηλίου Διογένους Σαταβοῦτος ἀπὸ κώμης Ἀλεξάνδρου
Νήσου ὡς ἐτῶν οβ οὐλὴ ὀφρύι δεξιᾷ. καὶ ἀεὶ
θύων τοῖς θεοῖς διετέλεσα καὶ νῦν ἐπὶ παροῦσιν ὑμῖν κατὰ
τὰ προστεταταγμένα ἔθυσα καὶ ἔσπεισα
καὶ τῶν ἱερείων ἐγευσάμην καὶ ἀξιῶ ὑμᾶς
ὑποσημειώσασθαι.
διευτυχεῖτε.
Αὐρήλιος Διογένης ἐπιδέδωκα
Αὐρήλιος Σύρος εἶδόν σε
θύοντα ἅμα υἱῷ[…]
…ωνος …[…]
ἔτους α Αὐτοκράτορος Καίσαρος
Γαίου Μεσσίου Κοίντου
Τραιανοῦ Δεκίου Εὐσεβοῦς
Εὐτυχοῦς Σεβαστοῦ
Ἐπεὶφ β.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.