no image
DDbDP-text
Linked by Trismegistos ID
TM 11665.
Each record below describes this same artifact or text from a different angle.
ἀντίγραφον ἐπιχωρήσεως.
Ἐπαφροδίτωι Τιβερίου Κλαυδίου Φήλικος
παρὰ Ἑριέως τοῦ Σαταβοῦτος τῶν ἀπὸ τῆς Σοκνοπαίου
Νήσου μισθωτοῦ ἐλαιουργίου τοῦ ἐν ἐποικίῳ περὶ Ἡρακλείαν
τῆς Θεμίστου μερίδος πρότερον Τιβερίου Κλαυδίου
Σαραπίωνος, νυνὶ δὲ τοῦ κυρίου Νέρωνος Κλαυδίου Καίσαρος
Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος. βουλόμενος ἑκουσίως καὶ
αὐθαιρέτως[…]μυτω[…]υπ… ἐκ καινῆς εἰσενεγκεῖν εἰς …[…]
δημοσι[…] ἐκ τῶν ἐμῶν δαπανῶν μηχανὴν
ἐλαιουργικὴν καὶ τῆς αὐτῆς θυίαν καὶ τὰ ἀνήκοντα ξυλικὰ ἀργαλεῖα
καὶ δοκὸν τὴν ὑπὲρ τὴν μηχανὴν προσαγγέλλω τοῦτο καὶ
μηνύω, ἵνα, ἐὰν ἐγβαίνω καὶ ἀπολύωμαι τῆς μισθώσεως
καθὼς[…]εν ἔχω αὐτῆς ἐξουσίαν ἀπενεγκάσθαι τὴν
μηχανὴν καὶ θυίαν καὶ τὰ ἀνήκοντα ξύλα καὶ ἀργαλεῖα[…]ν[…]κ…
[…]φ[…]
[…]ἐπακόλουθουντ…
……φον καλὸν δε … προσγεγονέναι …
ἔτους πρώτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
Αὐτοκράτορος Ἐπεὶφ […]
Α…[…]Ἐπαφρόδιτος …
Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος
Ἐπεὶφ κ …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.