no image
DDbDP-text
Linked by Trismegistos ID
TM 8955.
Each record below describes this same artifact or text from a different angle.
[…]…φ[…]
Φλαυείωι Ἀπολλωνίωι
Ἀρσινοείτου Ἡρακλείδου μερίδος
παρὰ Ἡρᾶ κωμογραμματέως Νείλου πόλεως.
ἀντὶ Ὤπεως Ἐνούπεως κληρωθέντος
ἐκ τῆς τῶν εὐσχημόνων γραφῆς
εἰς πρακτορίαν ἀργυρικῶν τῆς κώμης
γνωσθέντος μοι εἶναι ἱερέως τοῦ ὄντος
ἐν τῇ κώμῃ ἱεροῦ καὶ τῶν λειτουργιῶν
ἀφεθέντων, καθὰ ἠξίωσαν οἱ ἀπὸ τῆς κώμης ἀναδεξάμενοι ἐκ συνκαταθέσεως τὰς
ἐπιβαλλούσας αὐτοῖς
λειτουργίας ἐκτελέσειν, ἀκολούθως
τῷ παρακομισθέντι σοι βιβλιδίῳ μὲν ἐπὶ ὑπογραφῆς τοῦ κρατίστου ἐπιστρατήγου, ᾧ ἐνπεριείλημπται ἀντίγραφα ἐπιστολῶν δύο, μιᾶς μὲν
Σκουτίου Ἀσκληπιοδότου, τὴν δὲ ἑτέραν σοῦ,
καθʼ ἃς ἀντὶ ἑτέρου ἱερέως ἀπολυθέντος
ἕτεροι εἰς κλῆρον πεμφθέντες ἐκληρώθησαν, καὶ τῷ ἐκ συνκαταθέσεως τῶν
ἀπὸ τῆς κώμης γενομένῳ ἐπὶ Ποτάμωνος
στρατηγήσαντος ὑπομνηματισμῷ δίδωμι
τοὺς ὑπογεγραμμένους ὄντας εὐπόρους καὶ ἐπιτηδείους πεμφθησομένους εἰς κλῆρον τῷ
κρατίστῳ ἐπιστρατήγῳ. εἰσὶ δὲ· Σαραπίων Καλ…υ Α,
Διόσκορος Νείλου ἐπικαλουμένου Ο[…] Α.
ἔτους ιη λο Ἁθὺρ α […]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.