no image
DDbDP-text
Linked by Trismegistos ID
TM 8945.
Each record below describes this same artifact or text from a different angle.
πώλησις
Ἀπολλωνίωι καὶ Θέωνι
γεγυμνασιαρχηκόσι καὶ βιβλιοφύλαξι
ἐνκτήσεων Ἀρσινοίτου νομοῦ
παρὰ Σαταβοῦτος καὶ Στοτοήτιος
καὶ Ταήσιος καὶ Τεσενούφεως
τῶν ἀπὸ τῆς Σοκνοπαίου Νήσου
τῆς Ἡρακλείδου μερίδος τῶν
τεσσάρων Ἐριέως νεωτέρου
τοῦ Σαταβοῦτος μετὰ κυρίου
ἑκατέρας, τῆς μὲν Στοτοήτιος
τοῦ προγεγραμμένου ἀδέλφοῦ
Σαταβοῦτος, τῆς δὲ Ταήσιος καὶ
Τεσενούφεως τοῦ τῆς Τεσενούφεως ἀνδρὸς Στοτοήτιος τοῦ
Ὀννώφρεως. ὃ ἀπεγραψάμεθα
διʼ ὑμῶν τῶι δ ἔτει Αὐτοκράτορος Καίσαρος
Οὐεσπασιανοῦ Σεβαστοῦ Παῦνι ε
ἐν τῇ αὐτῇ κώμηι ἔνατον μέρος
οἰκίας καὶ αὐλῆς, βουλόμεθα
ἐξοικονομῆσαι Πανεφρόμμι
Πανεφρόμμεως τοῦ Πανεφρόμμεως ἱερεῖ τῶν ἀπὸ τῆς αὐτῆς
κώμης τιμῆς ἀργυρίου δραχμῶν
ἑξήκοντα […] καθαρὸν ἀπὸ ὀφειλῆς
ὑποθήκης καὶ παντὸς διενγυήματος.
ἐὰν φαίνηται ἐπισταλῆναι τῷ τὸ
γραφεῖον Σοκνοπαίου Νήσου συνχρηματίζειν ἡμῖν ὡς καθήκει.
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.