no image
DDbDP-text
Linked by Trismegistos ID
TM 11629.
Each record below describes this same artifact or text from a different angle.
Ἀπολλωνίωι καὶ Θέωνι γεγυμνασιαρχαρχηκόσι βιβλιοφύλαξιν ἐγκτήσεων Ἀρσινοίτου
παρὰ Μικκάλου τοῦ Πτολεμαίου τοῦ καὶ Πεθέως πρεσβυτέρου
τοῦ Πεθέως τῶν ἀπὸ Καρανίδος
χωρὶς ὧν ἀπεγραψάμην
Λογίσμῳ καὶ Ἀντιόχῳ τῷ β ἔτει Γάλβα
προσαπογράφομαι καὶ ἃς
νυνὶ παρακεχώρημαι
παρὰ Θεοδότης τῆς Διονυσίου
τοῦ Διονυσίου ἀπὸ ἀμφόδου
Θαραπίας ἀπoγεγραμμένης Ἀμμωνίῳ
μετὰ κυρίου τοῦ κατὰ πατέρα
[…]…[…] Διονυσίου τοῦ καὶ
Πτολεμαίου τοῦ Πτολεμαίου
περὶ Βακχιάδα ἥμισυ μέρος
κλήρου κατοικικοῦ ἀρούρας ἓξ τιμῆς
ἀργυρίου δραχμῶν τρισχιλίων διακοσίων
πεντήκοντα. διὸ ἐπιδίδωμι τὴν
προσαπογραφήν.
κατακεχώρισται ἔτει ϛ Αὐτοκράτορος
Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Φαρμοῦθι ιαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.