no image
DDbDP-text
Linked by Trismegistos ID
TM 8924.
Each record below describes this same artifact or text from a different angle.
Γάϊος Ἰούλιος Διογένης στρατιώτης λεγιῶνος β Τραιανῆς Ἰσχυρᾶς ἑκατονταρχίας Κορνηλίου Πρείσκου Αὐρηλίοις Διονυσίῳ καὶ Μαξιμείνῳ τραπεζίταις
χαίρειν. χρηματίσατε Σατουρνείνῳ Καισάρων οἰκονόμῳ ἐπακολουθοῦντος Αὐρηλίου Φήλικος τοῦ κρατίστου ἐπιτρόπου τιμὴν ὧν ἐκυρώθην ἐν νομῷ Ἀρσινοείτῃ
περὶ κώμην Ἡφαιστιάδα τῆς Ἡρακλίδου μερίδος ἀρούρης μιᾶς ἥμισυ ἀμπελίτιδος γῆς
πρότερον Τιβερίου Γεμέλλου, νῦν δὲ τοῦ ἱερωτάτου ταμιείου[…]…[…]προκηρύξεως τοῦ αὐτοῦ ἐπιτρόπου τῷ ἐνεστῶτι θ ἔτει ἀργυρίου δραχμῶν
χιλίων διακοσίων καὶ ὑπὲρ ἑκατοστῶν τεσσάρων ὀκτὼ καὶ τεσσαράκοντα
καὶ ὑπὲρ βεβαιωτικοῦ δραχμὰς διακοσίας πεντήκοντα , γίνονται δραχμαὶ Αυϙη.
ἔτους θ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σευήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ
Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστῶν
Ἐπείφ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.