no image
DDbDP-text
Letter ordering the release of a detained farmer. A letter instructing a subordinate to go with Apa Horouonchios to Apa Nakios and secure the release of a detained farmer who belongs to the writer's estate and lives in the hamlet of Menas the chief physician. The writer waives any claim for damage to the estate, offers surety if needed, and also orders chaff to be moved. Byzantine Egypt, 6th-7th century AD. machine translation
Linked by Trismegistos ID
TM 38247.
Each record below describes this same artifact or text from a different angle.
†
† εἰ μὴ εἰσῆλθεν Πέτρος μετὰ τῶν γραμμάτων τοῦ κυρίου Ἀγαθημέρου οὐκ ἔμαθον
ὅτι ὁ κατεχόμενος γεωργὸς ἡμῶν ἐστιν καταμένων ἐν τῶ ἐποικίῳ τοῦ κυρίου
Μηνᾶ τοῦ ἀρχίατρου. ἄπελθε τοίνυν μετὰ τοῦ εὐλαβεστάτου Ἄπα Ὡρουωγχίου πρὸς
Ἄπα Νάκιον καὶ ποίησον αὐτὸν ἀπολυθῆναι· οὐδεμία γὰρ ζήτησις γενήσεται
παρʼ ἐμοῦ περὶ τῆς βλάβης τοῦ χωρίου ἢ πρὸς τοὺς ἀγροφυλάκας ἢ πρὸς αὐτὸν Ἄπα Νάκιον
εἴτε αὐτὸς αἴτιός ἐστιν ὡς λέγουσιν εἴτε ἄλλος. εἰ δὲ εἰδῇς αὐτὸν δυσχεραίνοντα
ἀπολῦσαι αὐτὸν ὅπερ οὐ πιστεύω ἀναδέξασθε αὐτὸν καὶ ἀπολύσατε ἕως ἐξέλθω
καὶ συντύχω αὐτῷ, τὸ δὲ ἄχυρον ποίησον μετενεχθῆναι. ἰδοὺ γὰρ καὶ ἄρτι δύο
σαργάνας ἀπέστειλα. † εἰ δὲ χρεία γένοιτο τοῦ ἀπελθεῖν ὑμᾶς κ[…]ας Λευ…
τὸν προκουράτορα ἀπέλθατε †Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.